1

 2

 3

 4

 5

 6

2

βέλτιστα, μὴ ὀργῇ κινούμενος, ἀλλὰ στοργῇ πατρικῇ καὶ φιλοτέκνῳ ἁπτόμενος. 2.26 Μὴ καταφρόνει, ὅτι ἔχεις, ἀλλὰ φυλάσσων φοβοῦ, ἵνα ἔχῃς. 2.27 Μὴ πάντα ἄνθρωπον εἰσάγαγε εἰς τὸν οἶκόν σου· πολλαὶ γὰρ αἱ ἔνεδραι τοῦ διαβόλου. 2.28 Μὴ παντὶ ἀνθρώπῳ ἐπιδείξῃς τὴν παραθήκην σου· ὁ φθόνος γὰρ πανταχοῦ. 2.29 Ἐκτενῶς κώλυε τὴν πρὸς ἄνδρας ὁμιλίαν· ἐκ γὰρ τῆς ὁμιλίας ἐν τῇ Γενέσει ὁ πρωτόπλαστος μετὰ τῆς Ἔυας ἔπεσε.

2.30 Κἂν χρηστὴ ᾖ ἡ ὁμιλία, ἀλλ' ὁ ἄχρηστος προσπαίζει. 2.31 Φρόνιμος γάρ ἐστιν ἐν κακίᾳ· οὐκ εὐθέως ἐπιφέρει τὰ φάρμακα, ἀλλὰ μέλιτι μίξας τὴν χολὴν λανθάνει. 2.32 Ὥσπερ γὰρ ἀπὸ χειλέων γυ ναικὸς πόρνης παγιδεύεται. τῷ αὐτῷ ἤδη καὶ ἀπὸ ἀνδρὸς ἀκολάστου οἱ λόγοι ἐν ἀρχῇ μέλιτος δίκην λιπαίνουσι φάρυγγα, τὰ δὲ τέλη χολῆς πικρότερον καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου <καὶ> δεινότερον. 2.33 Κἂν τὸ σχῆμα σεμνόν, κἂν οἱ λόγοι θεοφιλεῖς, μὴ ἐμπιστεύσῃς φοβούμενος· ἑκάτερα γὰρ ἄμφω τὰ μέρη τοῖς ἴσοις σπέρμασιν ἔφυσαν, καὶ ἀδύνατον ἐκριζῶσαι τὸ τῆς ἐπιθυμίας φυτόν, εἰ μὴ σώφρων λο γισμὸς τοῦτο σβέσοι. 2.34 Μὴ προφάσει παννυχισμοῦ, ὡς ἐπὶ ἐκκλησίαν ἀπολύσας, ἀποστείλῃς αἰχμάλωτον. 2.35 Μηδὲ πάλιν λαμπαδεύουσα ἀγρυπνίας χάριν, σβέσῃ τὴν λαμπάδα τῆς ἁγνείας. 2.36 Μηδὲ προφάσει συνόδων συληθεῖσα, ὑπὸ τῶν συνόδων συληθῇς, καὶ μείνῃς ἀσυνόδευ τος τῶν ἁγίων. 2.37 Μηδέ τινων τελευτησάντων ἕνεκεν ἐξελθοῦσα, αὐτὴ εὑρεθῇ νεκρά. 2.38 Καὶ τὴν ἔσω κοίτην ἀκριβῶς πρόσεχε, πανταχοῦ γὰρ ὁ βάσκανος, γέλωτα δὲ καὶ θυμὸν καὶ ὀργὴν καὶ ὅρκον καὶ λόγον ἀργὸν καὶ τὰ λοιπὰ τῆς σαρκὸς πάθη. 2.39 Μὴ δ' ὅλως συγχώρει, ὅπως μηδεὶς μῶμος τῷ ἀμώμῳ προσγίνηται.

2.40 Ἐπιμελοῦ τῶν χλωρῶν, ἵνα ἄρῃς τὰ δράγματα. 2.41 Μάθε τί ἔχεις, ἵνα γνῷς καὶ φυλάσσειν ἁγιαστήριον θεῷ ναὸν Χριστοῦ, θυσιαστήριον καθαρὸν βασιλεῖ, πνεῦμα ἅγιον σεσαρκω μένον, μέλη καθαρὰ Χριστοῦ, νόμου φυλακτήριον, εὐαγγελίων μαθή τριαν, ἐκκλησίας θεοῦ σεμνολόγημα, παραβάσεως Ἔυας κατόρθωμα, ἐξορισμοῦ ἀνάκλησιν, διαλλαγὴν πρὸς ἀνθρώπους, νύμφην ἐπουρανίου βασιλέως, ἀρραβῶνα ζωῆς. 2.42 Αὕτη ἡ παραθήκη τοσαύτων παραθηκῶν αἴτιός ἐστι· μὴ οὖν ἀμελῶς πρόσεχε, ἵνα κοινωνὸς γενῇ τοῦ κατορθώματος. 2.43 Ὑποφώνει ἐκ τῶν θείων γραφῶν τό· κρεῖσσον ἀτεκνία μετὰ ἀρετῆς, καὶ τὸ τῇ ἁγίᾳ Μαρίᾳ ῥηθὲν ὑπὸ τοῦ ἀγγέλου· Χαῖρε, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. 2.44 Καὶ τὰ τούτων ἀδελφὰ ἀνθολογῶν ἐκ τῶν σπερμάτων καὶ ὠφελημάτων τῶν θείων γραφῶν, τὰ τὴν ἁγνείαν δοξολογοῦντα ἐντάλματα, στέφανον καθαρὸν λόγοις ἁγνείας συμπλέκων προστίθει, ἵνα ἐκεῖνα ποθοῦσα προθύμως ἐπιβαίνῃ εἰς τὸν ἄχραντον τοῦ Χριστοῦ νυμφῶνα, ταῖς φρονίμοις παρθένοις συντρέχουσα, ὅπως καὶ σὺ ὁ γεννήσας παστὸν βασιλείας τρυγήσῃς, καὶ αὐτὴ ἀφθαρσίας στέφανον δέξηται. 3.45 Εἰ δὲ οὐ θέλει οὕτω μένειν, οὐδεὶς ἀναγκάζει, οὐδεὶς μέμφε ται. 3.46 Μέμψεται δὲ ἑαυτήν, ὅταν οἱ πόνοι αὐτῇ παραστῶσι καὶ οἱ πρόσκαι ροι*** διαφύγωσιν, ὅταν ὠδῖνες συνέλθωσιν, ὅταν ποιήσῃ κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρή νων. 3.47 Εἵλκυσε γὰρ ἐφ' ἑαυτῆς τὴν τοῦ κυρίου ἀπόφασιν, ἣν πρὸς τὴν Ἔυαν ἐλάλησεν ἐν τῇ Γενέσει· πληθύνων πληθυνῶ τοὺς πόνους σου καὶ τὰς ὠδῖνας σου, καὶ τό· ἐν λύπαις τέξῃ τέκνα. 3.48 Τὸ γὰρ χαῖρε κεχαριτωμένη παρέβλεψε. 3.49 Κἂν μετὰ χεῖρας κρατῇ, ὃν προσέφυγε πρόσκαιρον ἄνδρα, μακρὰν ἀπ' αὐτῆς καὶ ἡ παρὰ τούτου βοήθεια γίνεται.

3.50 Μέμψεται ἑαυτήν, ὅταν ἡ θυγάτηρ ἀποθάνῃ καὶ ὁ υἱὸς νοσῇ, ὅταν τῷ προηγησαμένῳ πένθει αὐτῆς ἕτερον πένθος ἀπειλῇ καὶ τὸν στεναγμὸν αὐτῆς στεναγμὸς διαδέξηται. 3.51 Μέμψεται ἑαυτήν, ὅταν ὁ ἀνὴρ ἀπόδημος καὶ αἱ λύπαι αὐτῆς ἐνδημῶσι, καὶ τὰ πρὸς τὰς χρείας μὴ παρῶσιν, ὅταν ὁ ἀνὴρ ἀποδημίᾳ βραδύνῃ καὶ αἱ λύπαι ἐνριζώσωσιν, ὅταν πολλὰς στράτας σκοπεύσασα, κρουνηδὸν καταβῇ τὰ δάκρυα, ὅταν θάνατον τοῦ ποθουμένου αὐτῆς ἀνδρὸς ἄγγελος τοῦ θανάτου αὐτῆς