1

 2

 3

 4

 5

 6

3

προλάβῃ, ὅταν πενθήφωνος καὶ λυσίκομος ἄλλην καὶ ἄλλην ὁδὸν τρέχῃ, κἂν τρυφερά, κἂν ἀνυπόδετος, κἂν ποταμοὶ συναν τήσωσιν, ἡ σπουδὴ τοῦ πένθους ταῦτα παρορᾷ, ὅταν ἕλκουσα τοὺς βό στρυχας τύπτῃ τὸ ἑαυτῆς στῆθος, ὅταν πλέξῃ δακτύλους καὶ περιθῇ τοῖς γόνασι καὶ πέσῃ εἰς τὸ ἔδαφος, ὅταν τὸ πνεῦμα αὐτῆς κλαιούσης διαλείψῃ καὶ τὸ φῶς τῶν ὀφθαλμῶν διανοιγῇ, ὅταν τὴν ἡμέραν ἀράσηται καὶ τὴν κόνιν ἐπὶ τῆς κεφαλῆς μετρήσῃ, ὅταν τὴν στεφθεῖσαν κεφαλὴν αὐτῆς τοῖς ἀκροδρύοις καὶ τοῖς κρίνοις ῥανθεῖσαν, τῇ ἐκ τῆς ἑστίας τέφρᾳ μολύνασα καταπάσῃ. 3.52 Καὶ μέμψεται ἑαυτήν, ὅταν τὴν νυμφικὴν στολὴν πενθήρης διαδέ ξηται. 3.53 Καὶ τάχα τῷ πένθει αὐτῆς δεύτερον πένθος μνηστευθήσεται, δευτερογαμίας χάριν. 3.54 Κἂν τοῦτο παρέλθῃ, ἀρκέσει αὐτῇ καὶ περισσεύσει τὸ θολερὸν καὶ πολυστένακτον τῆς χηρείας πνεῦμα. 3.55 Εἶτα πάντα τελέσασα ἡ ἀθλία, μᾶλλον δὲ προπάντων τελεσθεῖσα, ἀπέρχεται τοῦ τῇδε βίου πολυωδύνου ὄντος. 3.56 Κἀκεῖ αὐτῇ συναντήσουσι τάχα ἄλλαι ὀδύναι καὶ δεύτεροι στεναγ μοί· ὅταν ἴδῃ παρθένους ἁγίας ἐνδεδυμένας ἐνδύματα ἀφθαρσίας, κρατοῦσας μετὰ χεῖρας τὸ ψαλτήριον ἐν ταῖς καρδίαις ἐγγεγραμμένον, τὸν ἐπινίκιον ὕμνον ᾀδούσας τῆς παρθενίας, στέμματα τοῖς κροτάφοις ἀφθαρσίας φορούσας, ἀνθ' ὧν κατέλιπον τὸν ὧδε ἀνθρώπινον στεναγμόν, ἔμπροσθεν τοῦ Χριστοῦ χορεύουσαι ὑπὸ ἀγγέλων ἐν εὐφροσύνῃ τέρψιν γινομένην. 3.57 Ὅταν Χρι στὸς ὁ νυμφίος τὴν στοργὴν ἐνδείξηται, ὅταν στεναγμῷ στενάξῃ, τότε πάλιν μέμψεται ἑαυτήν, τότε πολλὰ μεταμεληθήσεται καὶ ἀνωφελὴς ἡ μετάνοια αὐτῆς ἔσται. 4.58 Ἀλλὰ μὴ μόνον τὸ τῶν θηλείων γένος πειθέτωσαν ἁγνεύειν, ἀλλὰ καὶ οἱ ἄνδρες μὴ ῥᾳθυμείτωσαν πείθεσθαι πρὸς τὸ ἁγιάζειν τὰ ἑαυτῶν σώματα, οὕτως ἐκ τῶν θείων γραφῶν παραψάλλοντες τό· Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα κυρίου ἐλπὶς αὐτοῦ, καὶ τό· Μακάριοι οἱ ἄμωμοι, καὶ τό· Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, καὶ τό· Μακάριοι οἱ ἐγκρατεῖς, ὅτι αὐτοῖς λαλήσει ὁ θεός, καὶ ὅτι· ἡ φθορὰ οὐ κληρονομήσει τὴν ἀφθαρ σίαν, καὶ ὅτι· ὁ σπείρων εἰς τὸ πνεῦμα θερίσει ζωὴν αἰώνιον, καὶ ὅτι· οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται, καὶ ὅτι· εὔσχημον καὶ ὅτι· εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως, καὶ ὅτι· καλὸν τὸ οὕτως εἶναι ἀνθρώπῳ, καὶ τὸ τῷ προφήτῃ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεχθέν, ὅτι· μὴ λάβῃς γυναῖκα καὶ οὐ γεννηθήσεταί σοι υἱὸς οὐδὲ θυγάτηρ ἐν τῷ τόπῳ τούτῳ, καὶ τὸ ἐν τῷ προ φήτῃ Ἡσαΐᾳ λεχθὲν ὑπὸ κυρίου λέγοντος, ὅτι· μὴ λεγέτω ὁ εὐ νοῦχος, ὅτι ἐγώ εἰμι ξύλον ξηρόν. Τάδε γάρ, φησι, λέγει κύριος τοῖς εὐνούχοις· ὅσοι ἐὰν ἐκλέξων ται ἃ ἐγὼ θέλω εἰς τὸ διαφυλάσσειν τὰς χεῖρας ἑαυτῶν μὴ ποιεῖν ἄδικον, καὶ μὴ ἐνθυμηθῶσι κατὰ τοῦ κυρίου πονηρά, καὶ δώσω, φησίν, αὐτοῖς ἐν τῷ οἴκῳ μου τόπον ὀνο μαστὸν καὶ ἐν τῷ τειχισμῷ κρεῖσσον υἱῶν καὶ θυγατέρων, ταῦτα καὶ τὰ ἐν τοῖς εὐαγγελίοις ὑπ' αὐτοῦ πάλιν τοῦ κυρίου βοώμενα, ὅτι· εἰσιν εὐνοῦχοι οἵτινες εὐνού χισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. 4.59 Τὸ πλεῖον γοῦν ἐκ τῶν ἁγίων γραφῶν στηριζέσθω τοῦ νέου παιδὸς ἡ ψυχή.

4.60 Εἰ δὲ καὶ τὰς τοῦ γάμου κακοπαθείας διηγούμενοι πρὸς αὐτοὺς πρὸς ἀποτροπὴν τῶν τῆς σαρκὸς παθῶν, οὕτω τὸν πρόσκαιρον καὶ μαινό μενον καὶ ὡσεὶ ἄνθος χόρτου παρερχόμενον τῆς σαρκὸς πόθον τῷ ἐπου ρανίῳ πόθῳ καταπαλαίσαντας ἀποσβέσουσι τὸ τῆς γλυκύτητος πικρόν, σώφρονι λογισμῷ νικήσαντες. 5.61 Οὕτως οὖν παρομιλείτω πατὴρ υἱῷ ὡς ἐκμαλάσσων τοῦ νέου τὴν ἀκμήν· εἶτα ἐὰν ἴδῃς ἀρραγῆ τὴν πίστιν αὐτοῦ, μηδὲν κεκλονημένον ἢ μαλθακὸν ἢ τῇ σαρκὶ ἀτάκτως ἐν ἀσελγείᾳ ἐπανθοῦν τὸ σχῆμα, ἀλλ' ἐνεργοῦσαν τῷ θείῳ φόβῳ τὴν πίστιν, μιμῆσαι τὸν πατριάρχην, γενοῦ νέος Ἀβραὰμ τὸν νέον προσφέρων Ἰσαάκ· ἄφες τὴν ὄνον καὶ τὰ παιδάρια, τουτέστι τοῦ κόσμου τούτου τὴν πρόσκαιρον ἐργασίαν, ἐπίθες δὲ αὐτῷ τὰ ξύλα, τουτέστι τὸν σταυρόν. 5.62 Κατὰ τὴν εἰκόνα