2
κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο δὲ διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος, λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις, ὀργὴν καὶ θυ μὸν ὀνομάζοι, οὐκ ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφότος.
Ἤδη δὲ καὶ οἱ τὰς κολά σεις διακονοῦντες κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ, αἱ τοι αῦται καὶ ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ' Αἰγυπτίων ἐπαχθείσης λόγῳ τὸ, Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Οὕτως δεξιὰ λέλεκται τοῦ Θεοῦ, τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορη γούμενα. Ἱκετεύει τοίνυν ὁ ∆αβὶδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι' ἀποστολῆς ἀγγέλων πονηρῶν παιδευθῆναι, διὰ λόγων δὲ σωτηρίων καὶ μαθημάτων ὠφελίμων. Καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἤδη δὲ ἐντεῦθεν καὶ κατὰ τὸν παρόντα βίον, πρὸ τῆς τελευτῆς, ἀπολήψεσθαι τὰ ἁμαρτήματα. Καὶ ἔτυχέ γε τοῦ σκοποῦ· φαίνε ται γοῦν δίκην δεδωκὼς, δι' ὧν ἔπαθε, πρὸ τῆς τελευτῆς. Καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παν τοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπ εστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσ ώπου τῶν ἁμαρτιῶν μου. Ὁ μὲν μέγας ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ τοῦτο ἐγένετο· διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου 30.88 ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπί νει μου τὸ αἷμα. Ὁ δὲ ∆αβὶδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν καιρίαν τρω θεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού εἰσιν· ἀλλ', Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
Ὁ δὲ Ἰὼβ μνημονεύει τῆς χειρὸς Κυρίου, λέγων· Χεὶρ Κυρίου ἐστὶν ἡ ἁψαμένη μου. Καὶ ὁ διάβολος τῷ Κυρίῳ λέγων, Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε. Καὶ πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ' ἑτέρα τις ἦν χεὶρ, καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ καθικνούμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων. Ἐνταῦθα δὲ, ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενοσήκει ὁ ∆αβὶδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα ἧφθαι αὐτοῦ. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη, λογικὰ εἶναι, μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρου μένους καὶ κολάζοντας· ἐπεὶ τοσοῦτος ὢν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ἀγαθῶν ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκε. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον, καὶ τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, τὰ παθητικὰ καὶ ἐρωτικὰ, εἰς ἐπιθυμίαν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς, σημαίνει· περὶ ὧν καὶ ὁ Ἀπό στολος διδάσκει, λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονη ροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἥλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ ὁ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίγνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν ∆αβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου