1

 2

 3

 4

 5

 6

 7

 8

8

Ἐπληθύνθησαν γὰρ οἱ μισοῦντές με, καὶ οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν· οἵτινες οὔπω καὶ νῦν παύονται ἐνδιαβάλλοντές με, ἐπεὶ τὴν ἀγαθὴν καὶ σωτήριον ὁδὸν μεταδιώκω, διαφθονούμενοί μου τῇ σωτηρίᾳ. Τούτου χάριν ἱκετεύω καὶ δέομαι, μὴ ἐγκαταλίπῃς με, Κύριε· μόνος γὰρ πρὸς τοσούτους οὐχ οἷός τ' ἂν εἴην ἀντέχειν. Σὺ οὖν, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ, πάρεσο δέ μοι βοηθὸς, καὶ φύλαξ τῆς ἐμῆς σωτηρίας.