1

 2

 3

 4

 5

 6

 7

2

31.629 αὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής

. Ἆρά σοι δοκεῖ καὶ τοῖς ὑπογυναίοις τεθεῖσθαι τὰ Εὐαγγέλια; Ἰδοὺ, σεσαφήνισταί σοι, ὡς πάντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ Εὐ αγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. Ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαί νουσι. Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ Πατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κόσμῳ διελέγετο· εἰ δέ που συνέβη καὶ κατ' ἰδίαν ἐπερωτηθέντα αὐτὸν ἀποκρίνασθαι τοῖς αὑτοῦ μαθηταῖς, διεμαρτύ ρατο λέγων· Ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω. Μὴ τοίνυν ἀναπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ἐπ' ἐξουσίας ἔχων τὸν κόσμον περι βαλέσθαι. Πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν· ἅτε δὴ καὶ ἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατι κῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ, καὶ τοὺς ἐρεθι σμοὺς τῶν ἁμαρτιῶν ἐν ὄψεσιν ἔχοντι, καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐκμο χλευομένῳ πάσας σου τὰς αἰσθήσεις.

Γίνωσκε τοίνυν, ὡς οὐ διαδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν, οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν δογμάτων. Πῶς γὰρ δυνήσῃ ἀρνήσασθαι τὴν πρὸς τὸν ἐχθρὸν μάχην, ἐν τῷ σκάμματι τῆς μάχης δι άγων; Ὅπερ ἐστὶ πᾶσα ἡ ὑπ' οὐρανὸν γῆ, ἐν ᾗ ἐμπε ριάγειν τοῦτον καὶ ἐμπεριπατεῖν, ὡς κύνα λυττῶντα, ζητοῦντα τίνα καταπίῃ, ὑπὸ τῆς τοῦ Ἰὼβ γρα φῆς διδασκόμεθα. Εἰ τοίνυν ἀρνῇ τὴν πρὸς τὸν ἀνταγωνιστὴν μάχην, μέτελθε εἰς ἕτερον κόσμον, ἐν ᾧ αὐτὸς οὐκ ἔστι· καὶ ὑπάρξει σοι ἡ τῆς πρὸς αὐτὸν πάλης ἄρνησις, καὶ τῶν εὐαγγελικῶν δογμά των ἀκίνδυνος ἀργία. Εἰ δὲ τοῦτο ἀδύνατον, σπεῦδε πρὸς τὴν μάθησιν τῆς κατ' αὐτοῦ ἀθλήσεως, διδασκό μενος ὑπὸ τῶν Γραφῶν παλαισμάτων τέχνην· ἵνα μὴ, ἐξ ἀγνοίας ἡττηθεὶς ὑπ' αὐτοῦ, τῷ αἰωνίῳ πυρὶ παραδοθῇς. Καὶ ταῦτα μὲν ὅμως ἐν παραδρο μῇ πρὸς τοὺς ἐν συζυγίαις ἀκινδύνως τῆς τῶν ἐντο λῶν τοῦ Χριστοῦ φυλακῆς καταμελοῦντας εἰρήσθω. Σὺ δὲ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς, καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τόνωσον σεαυτὸν πρὸς τὴν ὑπομονὴν τῶν 31.632 θλίψεων, καὶ ἀνδρείως πρόσελθε τῇ συγκλήτῳ τῶν μοναχῶν· καὶ ἐν μὲν τῇ ἀρχῇ τῆς ἀποταγῆς σου ἀνδρίζου, μὴ καθελκυσθῆναι ὑπὸ τῆς προσπαθείας τῶν κατὰ σάρκα συγγενῶν, τῇ ἀνταλλαγῇ τῶν θνητῶν πρὸς τὰ ἀθάνατα ἐνισχυόμενος· ἡνίκα δὲ τῶν προσόντων σοι πραγμάτων ποιῇ τὴν ἀπόθεσιν, ἔσο ἀκαμπὴς, προπέμπειν αὐτὰ εἰς οὐρανοὺς πληροφο ρούμενος, τοῖς μὲν κόλποις τῶν πτωχῶν ἐναποκρύ πτων αὐτὰ, παρὰ δὲ Θεῷ εὑρίσκων σὺν πολλῇ τῇ προσθήκῃ.

Φίλων δὲ καὶ συνήθων διασπώμενος, μὴ γενοῦ περιθλιβὴς, Χριστῷ συναπτόμενος τῷ ὑπὲρ σοῦ σταυρωθέντι· οὗ τί ἂν λογιστέον ἡμῖν φι λικώτερον; Ἡνίκα δὲ συνεργίᾳ Θεοῦ τὴν πρώτην ταύτην πυγμὴν νικήσῃς τὸν σὸν ἐχθρὸν, μὴ ῥίψῃς σεαυτὸν ὥσπερ τι τῶν ἀτίμων σκευῶν. Ἤδη γὰρ τῇ ἀποταγῇ τῶν γηίνων πραγμάτων τετίμηκας σεαυτὸν παρὰ Χριστῷ· ἀλλ' ἐν πολλῇ φροντίδι καὶ περινοίᾳ ποίησαι εὑρεῖν ἄνδρα πρόοδον τῆς σῆς πολιτείας ἀπλανῆ, καλῶς ἐπιστάμενον ὁδηγεῖν τοὺς πρὸς Θεὸν πορευομένους, κομῶντα ταῖς ἀρεταῖς, ἐκ τῶν οἰκείων ἔργων τὴν μαρτυρίαν ἔχοντα τῆς πρὸς Θεὸν ἀγάπης, γνῶσιν ἔχοντα τῶν θείων Γραφῶν· ἀπερίσπαστον, ἀφιλάργυρον, ἀπράγμονα, ἡσύχιον, θεοφιλῆ, φιλό πτωχον, ἀόργητον, ἀμνησίκακον, πολὺν εἰς οἰκοδο μὴν τῶν ἐγγιζόντων αὐτῷ, ἀκενόδοξον, ἀνυπερ ήφανον, ἀκολάκευτον, ἀπερίτρεπτον, μηδὲν προτι μῶντα τοῦ Θεοῦ. Καὶ εἰ