καλοῦ τοῖς ἐντευξομένοις, καὶ τοῖς μὲν εὐπαρακόμιστον ἔχουσι τὴν καρδίαν καὶ ἐφ' ἃ μὴ προσῆκεν ἑτοιμότατα συναρπαζομένην ἐπικούρημα χρειωδέστατον, τοῖς γε μὴν εὖ βεβηκόσι περὶ τὴν πίστιν ῥάβδος οἵα τις ἀνέχειν ἰσχύουσα πρός γε τὸ χρῆναι διαπεπῆχθαι μειζόνως καὶ ἀκράδαντον ἔχειν τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν. Τίς οὖν ἄρα ἐστὶν ὁ τῇ τοῦ Χριστοῦ δόξῃ μεμαχημένος; Πλεῖστοι μὲν οὖν ὅσοι κατὰ καιροὺς οἱ πρός γε τοῦτο διὰ τῆς τοῦ διαβόλου σκαιότητος κατενηνεγμένοι, μάλιστα δὲ πάντων ὁ τῆς βασιλείας αὐχήμασιν ἐμπρέψας ποτὲ Ἰουλιανός, ἀγνοήσας δὲ τὸν τῆς βασιλείας καὶ τοῦ δύνασθαι κρατεῖν δοτῆρα Χριστόν. Ἦν μὲν γὰρ πρὸ τῶν τῆς βασιλείας καιρῶν τοῖς πιστεύσασιν ἐναρίθμιος, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ ἁγίου βαπτίσματος, ἐνήσκητο δὲ καὶ βίβλοις ταῖς ἱεραῖς. προλ.4 Ἀλλ' οὐκ οἶδ' ὅπως ἄνδρες αὐτῷ μιαροί τε καὶ δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασία καθῆκαν λόγους, εἶτα σύνοπλον εἰς τοῦτο λαβόντες τὸν Σατανᾶν παρεκόμισαν εἰς τὰ Ἑλλήνων ἔθη καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ἐν ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντεθραμμένον· φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, καθά φησιν ὁ πάνσοφος Παῦλος. Χρῆναι δέ φημι τοὺς ἑδραῖον ἔχειν ἐθέλοντας φρόνημα καὶ τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν καθάπερ τινὰ μαργαρίτην τηροῦντας εἰς νοῦν μηδεμίαν διδόναι παρείσδυσιν ἤγουν παρρησίας τόπον τοῖς ἐθέλουσι δεισιδαιμονεῖν· γέγραπται γάρ· Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. Ἔχων τοίνυν εὐφυᾶ τὴν γλῶτταν ὁ κράτιστος Ἰουλιανὸς κατέθηξεν αὐτὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ δὴ καὶ τρία συγγέγραφε βιβλία κατὰ τῶν ἁγίων εὐαγγελίων καὶ κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας, κατασείει δὲ δι' αὐτῶν πολλούς, καὶ ἠδίκηκεν οὐ μετρίως. Οἱ μὲν ἐλαφροί τε καὶ εὐπάροιστοι πίπτουσι ῥᾳδίως εἰς τὰ αὐτοῦ καὶ γλυκὺ τοῖς δαιμονίοις γίνονται θήραμα· θορυβοῦνται δέ πως ἔσθ' ὅτε καὶ οἱ βεβηκότες ἐν πίστει· νομίζουσι γὰρ αὐτὸν τὰς ἱερὰς καὶ θείας εἰδέναι Γραφάς, ἐπείπερ ἐξ αὐτῶν τοῖς ἰδίοις λόγοις παμπόλλους ἐπισωρεύει τὰς μαρτυρίας, καίτοι μὴ εἰδὼς ἃ λέγει. προλ.5 Ἐπειδὴ δὲ πλεῖστοί τινες τῶν δεισιδαιμόνων, τοῖς τὰ Χριστοῦ φρονοῦσι περιτυγχάνοντες, ἄνω τε καὶ κάτω κατονειδίζουσι, τὰς ἐκείνου καθ' ἡμῶν προβαλλόμενοι συγγραφάς, φάσκοντες ἀπρόσβλητον αὐτὰς ἔχειν τὴν δείνωσιν, καὶ οὐδένα πώποτε τῶν παρ' ἡμῖν διδασκάλων ἢ ἀντειπεῖν ἰσχύσαι ἤγουν ἀνατρέψαι τὰ αὐτοῦ, προτρεψάντων εἰς τοῦτο πολλῶν καὶ δὴ καὶ θαρσήσας λέγοντι τῷ Θεῷ καὶ νῦν· Πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καθῆκα μὲν ἐμαυτὸν ἐπί γε τὸ δεῖν κατασπάσαι μὲν ὀφρὺν ἑλληνικὴν κατὰ τῆς τοῦ Χριστοῦ δόξης ἐπαιρομένην, ἐπαμῦναι δὲ ὡς ἔνι τοῖς ἠπατημένοις καὶ πεπλανημένον ἀποφῆναι καὶ τὰς θείας οὐκ εἰδότα Γραφὰς τὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατηγορευκότα. Ἀνατέθεικα δὲ τοὺς ὑπὲρ τούτου λόγους τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ, ἣν ἀεὶ φυλάττοι Θεὸς ἐν ἀκλονήτοις εὐθυμίαις κατευμεγεθοῦσαν ἐχθρῶν, καὶ πάντας ἔχουσαν ὑπὸ πόδας, καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐαγῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.
1.t Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας ὑπὲρ τῆς τῶν Χριστιανῶν εὐαγοῦς θρησκείας πρὸς τὰ τοῦ ἐν ἀθέοις
Ἰουλιανοῦ