λόγων αὐτῶν ἐπαγαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν. οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ' ἐξεδέχετο τὸν λόγον, ἵνα ἡ ἐρώτησις ἐφελκύσῃ τὴν ἐνέργειαν. 6 Οὕτως καὶ τούτῳ παραστὰς καὶ αὐτομολήσας πρὸς τὸν κεκμηκότα ὁ ἰατρός (καὶ οὐδὲν θαυμαστὸν εἰ πρὸς τὸν παρὰ τὴν κολυμβήθραν κείμενον παρῆλθεν, εἴγε ηὐτομόλησεν ἐξ οὐρανοῦ πρὸς ἡμᾶς) ἠρώτα τοῦτον· θέλεις ὑγιὴς γενέσθαι; ἐκ τῆς ἐρωτήσεως ἐφέλκων αὐτὸν εἰς τὴν γνῶσιν καὶ διεγείρων αὐτὸν εἰς ἐρώτησιν. μεγάλης χάριτος δωρεά. ἄμισθος γὰρ ἦν. διὰ τοῦτο καὶ αὐτόμολον εἶχεν τὸν θεραπευτήν. ὁ δὲ πρὸς αὐτόν· ναί, κύριε. τὸ γὰρ πολυχρόνιόν μου τῶν νοσημάτων ποθητήν μοι ποιεῖ τὴν ὑγίειαν, κἀγὼ μὲν ποθῶ, ἄνθρωπον δὲ οὐκ ἔχω. Μὴ ἀθυμήσῃς, ἄνθρωπε, ὅτι ἅνθρωπον οὐκ ἔχεις. θεὸν ἔχεις παρεστῶτα, κατά τι μὲν ἄνθρωπον, κατά τι δὲ θεόν· ἀμφότερα γὰρ ὁμολογητέον. οὐ γὰρ ἡ τῆς ἀνθρωπότητος ὁμολογία μὴ συνομολογουμένης τῆς θεότητος ὠφέλιμος, μᾶλλον δὲ κατάρας πρόξενος. ἐπικατάρατος γὰρ ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. εἰ μὲν οὖν καὶ ἡμεῖς εἰς Ἰησοῦν ἐλπίζοντες εἰς ἄνθρωπον ἐλπίζομεν, οὐχὶ δὲ καὶ τὴν θεότητα συμπλέκοντες τῇ ἐλπίδι, κατάρας ἐσμὲν κληρονόμοι. νῦν δὲ καὶ θεὸν καὶ ἄνθρωπον ὁμολογοῦμεν, καὶ ἀμφότερα ἀληθῶς, [θεὸν ἀληθῶς] ἐξ ἀληθινοῦ πατρὸς γεγεννημένον, καὶ ἄνθρωπον οὐ κατὰ φαντασίαν, ἀλλὰ κατὰ ἀλήθειαν γεγεννημένον προσκυνοῦντες ἀληθινὴν σωτηρίαν ἐκδεχόμεθα. 7 Θέλω μὲν ὑγιὴς γενέσθαι, ἄνθρωπον δὲ οὐκ ἔχω. βλέπε, εἰ μή, ὅπου ἡ σωτηρία ὑστέρει, ἐκεῖ ἔδωκεν τὴν ἐνέργειαν. οἱ γὰρ πολλοὶ τῶν νοσούντων καὶ οἰκίας εἶχον, ἔτι δὲ καὶ γνωρίμους, εἰ καὶ ἄλλους τινάς. οὗτος δὲ ἀληθῶς ἐν πάσῃ πενίᾳ τεθλιμμένος καὶ τῆς ἔξωθεν βοηθείας μηδεμίαν ἔχων τὴν δύναμιν, μονώτατος καταλειφθείς, ἔσχεν βοηθὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ. θέλεις ὑγιὴς γενέσθαι; ναί, κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν. ἔχεις τὴν πηγήν, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, πηγὴν πηγοποιόν. ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος τούτου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ, οὐχ ὕδατος κάτω ῥέοντος, ἀλλ' ὕδατος ἁλλομένου (τὸ γὰρ Ἰησοῦ οὐκ ἄνωθεν κάτω ἀναπηδᾶν ποιεῖ, ἀλλ' ἀπὸ τῶν γηίνων ἐπὶ τὰ οὐράνια), ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. πηγὴ γὰρ ἀγαθῶν Ἰησοῦς. 8 Καὶ τί περιμένεις κολυμβήθραν; ἔχεις τὸν ἐπὶ τῶν ὑδάτων περιπατοῦντα, τὸν τῶν ἀνέμων ἐπιτιμητήν, τὸν θαλάσσης ἡνίοχον, τὸν μὴ μόνον ἑαυτῷ κρηπῖδος δίκην ὑπεστρωμένην ἔχοντα τὴν θάλασσαν, ἀλλὰ καὶ Πέτρῳ τὴν ὁμότροπον τοῦ περιπάτου ἐνέργειαν χαρισάμενον. ἡνίκα γὰρ νὺξ ἦν ἀφεγγής, παρῆν δὲ τὸ φῶς, οὐκ ἐγνωρίζετο (Ἰησοῦς γὰρ περιπατῶν ἐπὶ τῶν ὑδάτων ἄγνωστος ἦν ὅσον ἐκ προσώπου χαρα κτῆρος φαινόμενος, ἡ δὲ τῆς φωνῆς ἰδιότης ἐμήνυσε τὸν παρόντα), ὡς φάντασμα δὲ νομίσαντες ἐφοβήθησαν. ἔφη δὲ πρὸς αὐτοὺς Ἰησοῦς· ἐγώ εἰμι, μὴ φοβεῖσθε. ὁ δὲ Πέτρος πρὸς αὐτὸν λέγει· εἰ σὺ εἶ ὃν ἐγὼ οἶδα, μᾶλλον δὲ ὃν ὁ πατήρ μοι ἐμήνυσεν, κέλευσόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ πρὸς αὐτὸν ἀφθονωτάτῃ μεταδόσει λέγει· ἐλθέ. 9 Παρῆν τοίνυν παρὰ τὰ ὕδατα τῆς κολυμβήθρας ὁ τῶν ὑδάτων ἡνίοχος καὶ ποιητής. πρὸς ὃν ὁ παράλυτος λέγει· ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς κολυμβήθραν. λέγει αὐτῷ ὁ σωτήρ· τί περιμένεις ταραχὴν ὑδάτων; ἀταράχως θεραπεύθητι. τί δὲ κίνησιν φαινομένην ἐκδέχῃ; λόγῳ τὸ πρόσταγμα γίνεται ὀξύτερον νοήματος. μόνον ἔνιδε τῇ τῆς πηγῆς ἐνεργείᾳ καὶ καθυπόπτευσον τὸν ἐν σαρκὶ φαινόμενον θεόν, καὶ μὴ τὸν φαινόμενον σκόπει, ἀλλὰ τὸν διὰ τοῦ φαινομένου ἐργαζόμενον. ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν. ὁ δὲ πρὸς αὐτόν· τί περιμένεις τὰ μικρά; τί ζητεῖς ὑδάτων ἰατρείαν; ἔγειραι, ἡ ἀνάστασίς σοι εἶπεν. πανταχοῦ γὰρ τοῖς πᾶσιν πάντα γίνεται ὁ σωτήρ, πεινῶσιν ἄρτος, διψῶσιν ὕδωρ, νεκροῖς ἀνάστασις, νοσοῦσιν ἰατρός, ἁμαρτωλοῖς ἀπολύτρωσις. 10 Ἔγειραι, ἆρόν σου τὸν κράββατον καὶ περιπάτει. ἀλλὰ πρῶτον ἔγειραι, πρῶτον ἀπόβαλε τὴν νόσον. εἶτα ἀνάλαβε τὸ τῆς