Homilia in paralyticum juxta piscinam jacentem

 λόγων αὐτῶν ἐπαγαγὼν τὴν δωρεάν, ἵνα ἐκ τῶν λόγων δικαιωθῶσιν αὐτῶν. οὐ γὰρ δήπου ὁ τὰς καρδίας εἰδὼς ἀγνοεῖ τὸ λεγόμενον, ἀλλ' ἐξεδέχετο τὸν λόγον, ἵ

 πίστεως νεῦρον. ἴσχυσον πρῶτον κατὰ τοῦ φέροντός σε κραββάτου, καὶ ξυλίνῳ σκεύει τὰ πολυχρονίως σεβάσματα μαθὲ βαστάζειν. καὶ προσέταττεν τὸ ξύλινον φ

 ἤθελον. 14 Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. οἱ δὲ ἐγόγγυζον. γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ δι

 ἐπάγεσθαι κατακλυσμοῦ ὁ θεὸς ἔλεγεν, οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας, τοῦ πνεύματος εἰς σαρκικὴν π

ἤθελον. 14 Εἰ δὲ δέον ἐκπλαγῆναι τὸ συμβάν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. οἱ δὲ ἐγόγγυζον. γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ διαστρέφοντες εἰς κακά, οἱ λέγοντες τὸ πικρὸν γλυκύ, καὶ τὸ γλυκὺ πικρόν. Ἰησοῦς δὲ μετὰ πάσης οἰκονομίας εἰργάζετο ἐν σαββάτῳ, τὰ ὑπὲρ σάββατον ἐργαζόμενος, ἵνα ἡ ἐργασία πείσῃ. ἐπειδὴ γὰρ λόγος λόγῳ μάχεται, τὸ δὲ ἔργον ἄμαχον, ἐθεράπευεν ἐν σαββάτῳ, διδάσκων, ἵνα μὴ ὁ λόγος ἀντιλογικὸς γένηται, ἀλλ' ἡ ἐργασία πείσῃ τοὺς ὁρῶντας. 15 Ἔφασκον ἐκεῖνοι· σάββατόν ἐστιν, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου. νομοθέτης παρῆν, καὶ ἄλλος τὸ οὐκ ἔξεστίν σοι ἔλεγεν. κατάστησον κύριε νομοθέτην ἐπ' αὐτούς, περὶ τοῦ σωτῆρος εἴρηται. ὁ δὲ ἀρτίως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἰατρευθεὶς παρὰ τῆς σοφίας σοφὸν λαβὼν λόγον εὐθὺς ἀποκρίνεται, οὐ νομικῶς ἀποκριθῆναι ἔχον, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν. Ἴστε μου, φησί, πάντες τὴν πολυχρόνιον νόσον καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας. οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν λαβών με καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ. καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες; Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν· ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν. εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε. οὐκ ἔμπλαστρον ἐπέθηκεν, οὐκ ἰατρικοῖς ἐχρήσατο μηχανήμασιν ἢ βοηθήμασιν. λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν. προσέταξε, καὶ τὸ πρόσταγμα ἐγὼ ἐπιτελῶ. εὐπειθὴς γέγονα τούτου τῷ προσ τάγματι τοῦ διὰ προσταγμάτων θεραπεύσαντος. εἰ μὲν γὰρ ὁ προστάξας πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμασιν, οὐκ ἔδει τούτοις ὑπακούειν. ἐπειδὴ δὲ λόγοις προστέτακται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη. ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν, ἆρον τὸν κράββατόν σου. 16 Οὐκ ᾔδει ὁ θεραπευθείς, τίς ἐστιν ὁ θεραπεύων. πολὺ τὸ ἀκενόδοξον τοῦ σωτῆρος ἡμῶν παρίσταται. ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ. ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν. εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι, ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι' ἐπικλήσεως ἀπελάσαι, τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα. Ἰησοῦς δέ, τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων ἐξέκλινεν ἅμα, ἵνα μὴ γνωρίζηται, εὐκαίρως ἀναχωρῶν καὶ εὐκαίρως παρών. ὅτε μὲν γὰρ ἐχρῆν κλεϊσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώματος, τότε ἀναχωρεῖ. ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ καὶ τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. 17 Ποικίλος δέ ἐστιν ἰατρός, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα, ποτὲ δὲ ἀντιστρόφως. μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. διδάσκων δι' ἑνὸς πολλούς. οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ γὰρ καὶ πρὸς πάντας ἡμᾶς. εἴ ποτε γὰρ παθήμασιν περιπέσωμεν ἢ λύπαις ἢ ἀνάγκαις, μηδεὶς θεῷ προσγραφέτω. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται. Μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται. ἄκουε τοῦ ῥητοῦ πᾶς ἄνθρωπος, καὶ ὁ πρὸ τούτου πορνεύων ἀποτιθέσθω τὸ πάθος, καὶ ὁ πρὸ τούτου πλεονέκτης γενοῦ ἐλεήμων. ἀκουέτω ὁ ἅρπαξ, μηκέτι ἁμάρτανε. Πολλὴ καὶ θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις. ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας ἐφόδιον λάμβανε τῆς καταφρονήσεως, μηδ' ὅτι θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε. ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν. ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί, τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν ἐὰν δὲ λέγῃ ὁ ἀπόστολος, ὅτε ἦμεν ἐν τῇ σαρκί, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. ἔτι γε σάρκα φορῶν ἔλεγεν, ὅτε ἦμεν ἐν τῇ σαρκί. ἀλλ' ὅνπερ τρόπον μέλλοντος