1

 2

 3

 4

2

τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεως ἐξαγοράσῃ. διὰ τοῦτο ἔφη πᾶς λελυτρωμένος· χάρις δὲ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν· τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ὅτι δὲ ταῦθ' οὕτω καλῶς τεθεώρηται, ἐπιφέρει λέγων ὁ θεῖος ἀπόστολος· οὐδὲν ἄρα κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ τὰ τούτων ἑξῆς.

3 Πειράσω δὴ διὰ βραχέων καὶ εἰς αὐτὰ τὰ ῥήματα τὰ κατὰ προσωποποιΐαν εἰρημένα παρατρεχόντως εἰπεῖν, ἀρξάμενος ἀπὸ τοῦ ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησεν με καὶ δι' αὐτῆς ἀπέκτεινεν. Τὸ ἁμαρτίας ὄνομα οὐκ οὐσίαν ὑφεστῶσαν δηλοῖ, ἀλλὰ τρόπον καὶ βίον τοῦ διημαρτηκέναι τινὰ τοῦ κατὰ λόγον καὶ ὀρθῶς ἔχοντος πράγματος· ὥσπερ γὰρ γενικώτατόν ἐστιν ὄνομα ἡ ἁμαρτία, κατὰ πολλῶν καὶ διαφόρων πραγμάτων κατηγορουμένη. πᾶν δὲ ἁμάρτημα οὔτε λόγῳ οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον ἐγίνετο ὀρθόν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ δὲ ὁ θεῖος ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ' ἁμαρτίας γενικωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον, δυναμένης σοφίσασθαι, ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ κατασκευὴν μνημονεύει, οὐκ ἄλλον τινὰ γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ' ἢ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον. ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ ἀπόστολος ἀπεφήνατο· μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι. ὡς γὰρ τοὺς ἀνθρώπους ἀφ' ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ. Ἐπειδὴ τοίνυν διὰ τῆς δοθείσης τῷ Ἀδὰμ ἐντολῆς τὸν ἄνθρωπον ἠπάτησεν, καὶ δι' αὐτῆς τὸν Ἀδάμ, ἀφορμὰς πορισάμενος διὰ τῆς ἐντολῆς. ἔστι δὲ αὕτη· τί ὅτι, φησίν, εἶπεν ὁ θεός· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ οὐ φάγεσθε βρώσει; καὶ ᾗ δ' ἂν ἡμέρᾳ φάγησθε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν. σοφίζεται δὲ αὐτοὺς μείζονι ἐπαγγελίᾳ κατακρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα τοὺς τῆς ἐντολῆς φύλακας τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ αὐτοὺς πτώματι καταστρέψῃ· τὸν γὰρ ἄνθρωπον ἐξοιστρήσας ἴσα θεῷ ἐθέλειν γενέσθαι, τῆς κατ' ἀπάτην ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παρασχεθείσης ἐντολῆς. ὅτου χάριν ὁ Παῦλος ἔφη· ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με. ἵνα δὲ μὴ τὴν ἐντολὴν ἢ τὸν ταύτην δεδωκότα θεὸν αἰτιάσωνταί τινες, γείτονι καὶ ὁμοσπόρῳ ἐχρήσατο ῥήματι τοιάδε φάσκων· οἴδαμεν δὲ ὅτι ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ἐπεὶ οὖν οὐδ' αὐτὴ ἡ ἁμαρτία, τοῦτ' ἔστιν ὁ διάβολος, φύσει καὶ οὐσίᾳ ἁμαρτία ἐστίν, ἐπιφέρει λέγων· ἵνα γένηται καθ' ὑπερ 4 βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. τὸ γὰρ κατ' οὐσίαν τὶ ὂν τὸ πλέον καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται· ἔστιν γὰρ ὅπερ ἐστίν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστὶν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ καὶ ἐπιγινομένῳ τι, εἴτε ὀλίγον εἴτε καθ' ὑπερβολήν, ἕτερός ἐστι κατ' οὐσίαν τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ πόσον οὐκ οὐσία ἀλλὰ περὶ τὴν οὐσίαν ἐστίν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλουμένη ὑπὸ τοῦ ἀποστόλου ἁμαρτία τὸ πλέον ἐπιδεχομένη ἁμαρτήσειν, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. ἄρα καὶ τοῦ εἶναι ἁμαρτία, ᾗ ἁμαρτία ἐστίν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα καθ' ὑπερβολὴν ἐν ἀρχῇ κατὰ τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία. διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ γενέσθαι καθ' ὑπερβολὴν ἁμαρτωλὸν ἐσομένῳ χρόνῳ σημαίνει οὕτω λέγων· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἰ δὲ λέγοιεν· καὶ πῶς ἂν εἴη ἀγαθὴ καὶ δικαία; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε διὰ τῆς ἀφορμῆς αὐτῶν