1

 2

 3

 4

1

Fragmenta in epistulam ad Romanos Rom 7

Ἀγαθοεργῶν ὁ θεῖος ἀπόστολος εἰκὼν ἀκηλίδωτος ἐγίνετο τῶν μαθητευομένων, ὅτου χάριν καὶ ἐκέκραξεν· μιμηταί μου γίνεσθε, καθὼς καὶ ἐγὼ Χριστοῦ. τοιγαροῦν οὐκ αὐτοῦ ἐστι κατὰ κυριολεξίαν ὃ ἔφη· οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκί μου τὸ ἀγαθόν, ἀλλ' οὐδὲ τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἀλλὰ ταῦτα καὶ ὅσα τοιαῦτα ἐν παρενθέτῳ προσώπῳ ὑποκρινόμενος λέγει πρὸς ἔλεγχον τῶν φιλαμαρτημόνων. ὥσπερ δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν σφῶν πράξεων σαρκικούς, ψυχικούς, πνευματικοὺς καὶ ἑτέροις μυρίοις ὀνόμασι καλεῖν οἶδεν ἡ θεία γραφή, οὕτω δὴ καὶ τὸν διάβολον οὐ μόνον σατανᾶν καὶ ἀντικείμενον καὶ διάβολον καὶ ὄφιν καὶ λέοντα καλεῖν οἶδεν καὶ Βελίαρ, ἀλλὰ γὰρ καὶ σάρκα καὶ νόμον καὶ ἁμαρτίαν καὶ θάνατον· τούτοις γὰρ ἐδουλεύσαμεν διὰ τῆς παρακοῆς καὶ οὐ τῷ Χριστῷ. ὅτου χάριν λέγει· ὅτε ἦμεν ἐν τῇ σαρκί, δηλῶν ὡς νυνὶ οὐκέτι ὄντων αὐτῶν ἐν σαρκί, καίπερ ὄντων ἐν σαρκί, ὡς οὐκ ἄρα τὴν σάρκα ἣν περικείμεθα διαβάλλων, ἀλλὰ τὴν ὁμωνύμως αὐτῇ λεγομένην σάρκα, ἧς καὶ ἀπηλλάγημεν διὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐν Χριστῷ διὰ τοῦ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος. ὄντως ταύτης ἠλευθερώθημεν τῆς σαρκός· ἐπιφέρει γὰρ λέγων· νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. εἰθ' οὕτως ἤρξατο πάλιν τῆς καθ' ὑπόθεσιν προσωποποιΐας, ἀρξάμενος ἀπὸ τοῦ τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο· ἕως τοῦ ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἄσειστον θεμέλιον προθέμενος ἐν προλόγῳ τὴν ἑαυτοῦ ἀπολογίαν οὕτω λέγων· τί οὖν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο, καὶ ὅτι ὁ μὲν 2 νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. ἐνταῦθα νόμον λέγει οὐ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, ἀλλὰ τὸν προπαραινετικόν, τὸν τοὺς ἁμαρτάνοντας κολάζοντα. ὅτου χάριν καὶ συνεψηφίσατο αὐτῷ ὡς ὁσίῳ καὶ δικαίῳ καὶ ἀγαθῷ. εἰθ' οὕτως ἤρξατο πάλιν ἐπιλύειν ἀκολούθως οἷς ἀνωτέρω προεῖπεν, λόγον εὐχάριστον προοιμιασάμενος οὕτως· εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. εἶτα πρὸς κατάκρισιν τῶν τοιάδε ἀφορμαζομένων καὶ κακιζόντων ἃς περικείμεθα σάρκας, λέγει ἐπερωτηματικῶς ἆρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας; ἆρα κἀγὼ Παῦλος μεμέρισμαι, πῆ μὲν δουλεύων νόμῳ θεοῦ, πῆ δὲ νόμῳ ἁμαρτίας; ἆρα τὸν Χριστὸν καὶ τὸν Βελίαρ ἅμα καὶ κατὰ τὸ αὐτὸ ἔχω ἐν ἐμαυτῷ; ἆρα ἐγὼ ὁ λέγων· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, ψευσάμενος τὴν ἁμαρτίαν ζῶσαν ἔχω ἐν ἐμαυτῷ; ὁ ἄλλοις προσφωνήσας· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστιν, καὶ δοξάσατε τὸν θεὸν ἐν τοῖς μέλεσιν ὑμῶν, αὐτὸς ἐγὼ ἐν τῷ σώματι οὐδὲν ἔχων ἀγαθόν; ἀλλ' οὐκ ἔστι τοιοῦτος, οὐκ ἔστιν· μὴ γένοιτο· τέκνον γὰρ ὀργῆς καὶ σκεῦος ὀργῆς πρίν, μεταβαλὼν τὸν τρόπον οὐ τὴν φύσιν, ἐγένετο τίμιον ἐκλογῆς σκεῦος. ἐπεὶ οὖν τὰ προσωποποιηθέντα ῥήματα οὔτε τῷ θεσπεσίῳ Παύλῳ ἁρμόζει, οὔτε μὴν παντὶ τῷ συνταφέντι Χριστῷ διὰ τοῦ βαπτίσματος, διότι τῆς ὀνομαζομένης σαρκὸς ἠλευθερώθησαν· οὐ γὰρ ἔτι κατακριθήσονται οἱ τοιοῦτοι διὰ τὴν τοῦ Ἀδὰμ παρακοήν, οὐκέτι βασιλεύει αὐτῶν ἡ ἁμαρτία, οὐχ ὁ θάνατος ὁ διὰ τῆς ἁμαρτίας· συνετάφησαν γὰρ τῇ ζωῇ τοῦ Χριστοῦ διὰ τῆς ὑπακοῆς τὴν παρακοὴν ἐξαφανίσαντος, καὶ τῷ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆς ἐπισυμβάντα ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμον τὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς