1

 2

 3

 4

4

τελεσφορηθῆναι τὸ σπαρέν. καὶ ἐπειδήπερ ἐκ τῆς καρδίας ἐκπορεύονται λογισμοὶ πονηροί, ἐκ τῆς γενομένης τοῦ διαβόλου συλλήψεως, κέκραγε τὸ θεῖον λόγιον· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὥσπερ τοίνυν ταῖς φιλαρέτοις ψυχαῖς τὸ ἅγιον πνεῦμα συγκοπιᾶν λέγεται κατὰ τὸ περισσότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί, οὕτω δὴ ἐπὰν ῥᾴθυμος ψυχὴ ταῖς 6 τοῦ διαβόλου προτροπαῖς πεισθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν τὸν διάβολον· αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προκατειργάσατο ἐν αὐτῇ. ὅτου χάριν εἴρηται οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.