1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

πρὸς αὐτὸν φιλία· διὸ καὶ εἰρήνην δίδωσιν οὐ καθὼς ὁ κόσμος ὀρέγει· ἐκεῖνος γὰρ δι' ἧς δίδωσιν εἰρήνης πρὸς τὰ ὑλικὰ ἐμπαθεῖς ποιεῖ· ὁ δὲ κύριος εἰρήνην παρέχων φίλους θεοῦ παρασκευάζει· κόσμον οὖν ἐν τούτοις ἀκούειν δεῖ τὴν πρὸς τὰ τῇδε συμπάθειαν. (Cr 26, 19-32 Ma 193)

9 Ὠριγένους ἐκ τῆς ἑρμηνείας εἰς τὸ "κατὰ πρόγνωσιν θεοῦ". Προεωρακὼς γὰρ ὁ θεὸς τὴν πίστιν καὶ 10 πρᾶξιν τῶν ἀνθρώπων κατορθωθέντα αὐτοῖς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας προγνωστικῶς καὶ ἐξελέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ καταβολῆς κόσμου τότε προορίσας αὐτοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ πνεύματος τῆς υἱοθεσίας· πρόγνωσιν γὰρ οὐκ ἄλλο τι ἡγητέον ἢ ἐσομένων θεωρίαν, ἥτις οὐκέτι πρόγνωσις, ἀλλὰ γνῶσίς ἐστιν εἰς ὕπαρξιν ἡκόντων τῶν προεωραμένων· κἂν τοίνυν κατὰ πρόγνωσιν ἐκλεκτοὶ ἦσαν, οἷς Πέτρος γράφει, ἀλλ' οὐ νῦν ὑφεστηκόσιν αὐτοῖς ἡ προσφώνησις γίνεται· ἐκβάλλει οὖν τὸν μῦθον τὸν περὶ τῶν φύσεων καὶ ἡ ἐγκειμένη νόησις. (Cr 42, 28-43, 6 Ma 196) Εἰ ἐν οὐρανοῖς τετήρηται εἰς τοὺς πιστοὺς ἡ κληρονομία, ψυχρεύονταί τινες οἰόμενοι αὐτὴν ἀπο 11 λήψεσθαι ἐν τῇ κάτω Ἱερουσαλὴμ ἐν ὅλοις χιλίοις ἔτεσιν οἰόμενοι τρυφὴν λήψεσθαι τὰ ἆθλα τῆς βασιλείας· οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι περὶ σωματικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου, μάλιστα ὅτι καὶ περιγράφουσιν αὐτὴν παυσαμένου τοῦ χιλιαστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα ἐν βασιλείᾳ οὐρανῶν εἶναι τὴν κληρονομίαν καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν. (Cr 43, 13-21)

12 Ἐπεί τινες ἐλάττονα τίθενται τὴν ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἁγίων οἰόμενοι πλέον τι ἐσχηκέναι τοὺς μετὰ ταύτην τῷ ἑωρακέναι τὸν κύριον αἰσθητῶς καὶ τὰ ὑπ' αὐτοῦ πραχθέντα σημεῖα, δεικτέον, ὡς ἐσφαλμένη ἐστὶν ἡ ὑπόληψις αὐτῶν. (Cr 45, 16-20)

13.10 Πῶς γὰρ ἐλάττων τινὸς τῶν μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραὰμ τὴν ἡμέραν τοῦ κυρίου ἑωρακὼς πάντων τῶν τελειουμένων κατὰ κύριον εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχομένων; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν κύριον; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν ἐπιδημίαν ἐσχηκότων τὸν ἑωρακότα τὴν κατὰ σάρκα. (Cr 45, 20-26)

14 Πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ πόθον ἔχοντες ἐκ παντὸς τρόπου διαβάλλειν τὴν παλαιὰν διαθήκην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι, εἰ καὶ μὴ εἶδον ἢ ἤκουσαν αἰσθητῶς, ἃ ὁ κύριος εἶπεν, ἀλλ' οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· "πολλοὶ γὰρ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν". (Cr 45, 26- 31) Εἴ τις ἐκλάβοι τὴν ζητουμένην ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ τὸ τέλος εἶναι, ὃ ἐπὶ πᾶσι καὶ ἔσχατον ὀρεκτὸν τυγχάνει-αὐτοῦ μὲν γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα-, οὐκ ἀπεμφαίνει περὶ τῶν ἁγίων ἀγγέλων καὶ ἁπλῶς πάντων τῶν μακα 15 ρίων λογικῶν τὸ προκείμενον ἐκλαβεῖν πάντων ὄρεξιν ἐχόντων παρακύψαι εἰς τὰ κατὰ τὸ τέλος πράγματα. (Cr 45, 32-46, 3 Ma 196f)

17 Εἰ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ, τί δεῖ νοεῖν περὶ τοῦ προκειμένου; εἰ γὰρ ὁ πατήρ ἐστιν ὁ σημαινόμενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον; εἰ δὲ ὁ υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβών, πῶς πατὴρ τυγχάνει; πρὸς ἃ λεκτέον· εἰ πατρὸς καὶ υἱοῦ μία θεότης, κρίνοντος τοῦ υἱοῦ ὁ πατὴρ ὁ κρίνων ἐστίν· ἀλλὰ καὶ ὁ υἱὸς δύναται πατὴρ εἶναι τῶν γεννητῶν γεννήσας αὐτοὺς μετουσίᾳ ἁγιότητος· πολλάκις γοῦν τεκνία τοὺς ἑαυτοῦ μαθητὰς ἐκάλεσε καὶ ἄλλοις εἶπε, τῷ μέν· "τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι", τῇ δέ· "θύγατερ, ἡ πίστις σου σέσωκέ σε". Καὶ ταῦτα διελέγχει τοὺς διακόπτοντας τὴν θεότητα. (Cr 46, 28-47, 7 Ma 197)