1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ἐσάωσας, ἄναξ, ἐλεήμονι θυμῷ, κείνου δὲ σκόλοπι πληγὴν τεῷ ἐξακέσαο, Χριστοῦ ἐπωνυμίῃ πάντ' ἄλγεα τοῦδε καθήρας- τοῦδε γὰρ εἵνεκα πᾶσα φαείνεται ἀνδροφόρος γῆ, οὐρανὸς ἐκτετάνυσται, ἀτὰρ χθὼν ἠρήρεισται, ὕδατα δὲ προχέονται, ὅλη δέ σε μοῦνον ἄνακτα βαλβὶς παντομέδοντα ἐπίσταται-· ἐλθέ, σάωσον σῇ κρατερῇ βουλῇ δμωὴν σέο, μὴ δέ με δεινὸς μῶμος νικήσῃ· σεῦ γὰρ χάριν, ἀφθιτοεργέ, ἠνεκέως μενέμεν ἐθέλω μάλα παρθένος ἁγνή. κηρόθι γάρ σε, φέριστε, λίην ἀγάπαζον, Ἰησοῦ, δέσποτά μευ πολύαινε· σὺ γὰρ πυρσὸν φλεγέθοντα σεῖο ποθῆς πύρσευσας, ἐμῷ δ' ἐνεθήκαο θυμῷ. τὼ νῦν μή ποτε σὴν δμωὴν δαμάσῃς ὑπὸ χεῖρα ἀντιβίου, στυγεροῖο, ἀθεσμίου, ἀντιθέοιο, μηδὲ παρ' ἐξ ἐλθεῖν με, μάκαρ, σέο θέσφατ' ἐάσῃς, ἀλλ' ἀπάλαλκ' ἀλίτην συνθήμονα, αἰνοσοφιστήν.» ὣς ἡ μὲν τὰ ἕκαστα πιφαυσκομένη, ἑὸν αἶψα σῶμα θεοῦ σφρηγῖδι κορυσσαμένη, βδελυρωπὸν αὐτίκα δαίμονα σεῦεν ἐπωνυμίῃ Χριστοῖο· καὶ τὸν μὲν προέηκεν ἀτίμητον μάλα πάγχυ. ὃς δὲ σὺν αἴσχεϊ πολλῷ ἔβη κατ' ἐνῶπα μάγοιο. δαίμονα Κυπριανὸς δ' εἰρώτεε· «ποῖ πέλει αὕτη, ἥν σοι ἐγὼ κελόμην δεῦρ' ἀξέμεν ὅττι τάχιστα;» ἔννεπε δ' ἀντίπαλος· «σάφα πάντα σὺ μήτι μετάλλα· ἦ γὰρ ἐγὼ φοβερὸν περιδείδια σῆμα νοήσας.» μειδήσας δὲ μάγος, χαλεποῖς ἔργοισι πεποιθώς, κίκλησκεν πάλιν ἄλλον ἀταρτηρὸν Βελίαρον. Κυπριανῷ δ' ἀγόρευε· «μάθον καὶ σεῖο ἀνωγὴν καὶ τοῦδ' αὖ κακότητα· ὅθεν γενέτης μ' ἀνέπεμπε σῶν ἀχέων ἐπαρωγόν.» ὁ δ' αἶψα μάγος κεχαρηὼς ἔννεπε· «τῆ τόδε, δαῖμον· ὅλον δῶ παρθένου ἁγνῆς φαρμάκῳ ἐγκατάδευσον. ἐγὼ δ' ὄπιθεν σέο βαίνω· πείσειν δ' αἶψ' ὀίω μιν.» ὁ δ' ᾤχετο. σεπτοτάτη δὲ παρθένος αἰδοίη νυκτὸς κατὰ μέσσον ἄνακτι εὐχωλὴν ἀνέπεμπε, τάδ' ἐκ στομάτων προϊεῖσα· «μεσσατίην κατὰ νύκτα ἐμῶν λεχέων ἀνόρουσα ἐξερέειν, κύδιστε, ἁμαρτάδας, ἅς περ ἔτευξα, εὐδικίης κατ' ἐνῶπα τεῆς, κρίσεως δέ τ' ἀληθοῦς. ὦ κρατέων γενετῶν, ἐλεητύος ἄφθονε δωτήρ, αἰθερίων νομοδῶτα καὶ οὐρανίων ἐπίκουρε, ὃν γαίη τρομέει· καὶ ἀντιθέου ὀλοοῖο ὃς μένος αἰσχίστως ὀλέσας, γενέτου Ἀβραὰμ δὲ δεξάμενος θυσίην ὡσεὶ μεγάλην ἑκατόμβην· ὃς Βῆλον κατέριψας ἐπί τε δράκοντα κατέκτας καὶ διὰ σοῦ θεράποντος ἐυσεβέος ∆ανιήλου Περσῶν ἔθνεα πάντα τεὴν θεότητα δίδαξας· ὃς διὰ τηλυγέτου Χριστοῦ, σέο παιδός, ἅπαντα εὖ διακοσμήσας καὶ ἐν χθονὶ φέγγος ἀνάψας· ὃς νέκυας μετὰ πότμον ὑπότροπον ἐς φάος ἦξας· λίσσομ', ἄναξ, σέο, μή με κακοῖς ἐπιβήμεν' ἐάσῃς, ἀλλά γ' ἐμεῖο φύλαξον, ἄναξ, δέμας αἰὲν ἀπῆμον δᾷδά τε παρθενίης γε παράσχεό μοι ζείουσαν, ὄφρα σὺν ἡμετέρῳ μνηστῷ νυμφῶνα κατείδω, Χριστῷ, συνθεσίας δ' ἀποτίσομαι, ἅς περ ὑπέστην· αὐτοῦ γὰρ κράτος ἐστὶ γέρας θ' ἅμα κύδεϊ. ἀμήν.» ὣς ἡ μὲν τὰ ἕκαστα λιτάζετο, αὐτὰρ ὁ δαίμων εἵνεκ' ἀγηνορίης σὺν αἴσχεϊ φεῦγε κατηφής. ἐλθὼν δ' ἄντα μάγοιο παρίστατο, Κυπριανὸς δὲ εἴρετο· «ἔννεπε, δαῖμον, ὅποι πέλει, ἣν κελόμην σε ἄξειν παρθενικήν.» ὁ δ' ἀμείβετο· «ἦ μάλα δή με νίκησε κρατερῶς σημήιον, ὅττι δέδορκα, φρικτὸν ἅδην πάντεσσιν, ὑπέρβιον, οὐχ ὑποεικτόν.» αὐτὰρ ὁ Κυπριανὸς κάλεσε κρατερώτερον ἄλλον, ὃς πάντων ἤνασσε καὶ ἦν γενέτης μελανώπων. τῷ δ' ἔφατ'· «οὐτιδανὸς σὺ πέλων ὑπόειξας, ἀφαυρέ;» ὃς δέ γε θαρσαλέως ἀπαμείβετο· «ἄρτι κομίζω κείνην παρθενικήν σοι, ἑτοιμότατος δὲ μάλ' ἔσσο.» Κυπριανὸς δ' ἀπάμειπτο· «ἐμοὶ σημήιον εἰπέ, ὅττι τελεσσάμενος νίκης ἔντοσθε γένηαι.» ὃς δ' ἔφατο· «πρῶτον κλονέω μέλεα πυρετοῖσιν· αὐτὰρ ἐπεὶ μετὰ ἕκτον ἐγὼν ἦμαρ πάλι κείνην θάμβησα, κατὰ νύκτα ἑτοιμοτάτην σοι ἀγεινῶ.» καί ῥ' ἐλθὼν ἀσύφηλος, ἐπιστὰς παρθένῳ ἁγνῇ παρθενικῆς ἑτέρης εἶδος καὶ εἵμαθ' ὁμοῖος, ἐν λεχέεσσι καθῆστο, δόλῳ δ' ἀνενείκατο μῦθον· «ἦλθον ἐγώ, μετὰ σεῖο ἀπ' αὐτῆς τῆσδέ κεν ἠοῦς παρθενίῃ ἐρατῇ ἐπιτερπομένη, ἐπεὶ ἦ με Χριστὸς ἄναξ προΐηλεν, ὅπως κέ με ὧδε τελέσσῃ. ἀλλά, φίλη, τόδε λέξον ἐμοί· πόσον ἐστὶν ἔπαθλον παρθενίης ἐρατῆς καὶ μισθὸς ὅσος τετάνυσται- καὶ γὰρ δή σ' ὁρόω ἀλιβάντεσιν