1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

μείζονα πάγχυ. μάργον δ' αὖτ' ἔσιδον· κεφαλὴν δ' ἔχεν ἶσα καρύῳ, ψυχὴν χαυνοτάτην, ἔκπυστα δὲ πάντα τελεῦσαν. πάντων δ' αὖ χαλεπῶν κεῖθι πράγος εἰσενόησα, εἶδος ὅ περ φορέοντες ἀεικέλιοι κατὰ κόσμον νείσοντ', οὐλόμενοι, κακοδαίμονες, αἰνοπέλωροι, πέντε καὶ ἑξήκοντα καὶ ἄλλοι τρὶς ἑκατόν γε δαίμονες ἀργαλέων παθέων, οἵ κεν κρατέουσι καὶ κενοδοξίης. ἀρετῆς δ' ἰδόμην μέγ' ὄνειδος, αὕτως δ' αὖ σοφίης τε δικαιοσύνης τε ματαίης, ἔνθεν ἄρ' Ἑλλήνων σοφίης ἄνδρας πλανόωσιν. εἰκόνα γάρ τις ὁρᾷ, καὶ ἀληθείη φύγε πάμπαν· ὡς σκιή ἐστιν ἅπαντα κόνις τ' ἀχρήιος αἰέν. ἐν γὰρ τοῖσιν ἅπασαι ἐνεργοῦνται κακότητες ἔς γε πλάνην πολέων. ἀλλ' οὐ θέμις ἐστί μοι αὐτῷ τεύχειν ἄσπετα βύβλα· πολέων δ' ἀπὸ τύτθ' ἀγορεύσας δυσσεβίην κεν ἐμὴν ὔμμιν μετὰ πᾶσιν ἔειπον. ἀλλ' ἔτι καὶ τόδ' ἐρῶ· ὅτε δὴ τριακονταέτηρος ἤδη φὼς γενόμην, κυανῶν μερόπων λίπον οὖδας, Χαλδαίων δ' ἱκόμην γε παλαιγενέων πόλιν ἀνδρῶν, καὶ μάλ' ἐπισπέρχων, δρόμον αἰθέρος ὄφρα δαείην, ὅν κ' αὐτοί φασιν οὗτοι ἐπὶ φλογεροῦ πυρὸς εἶναι, τούτων δὲ κριτοὶ ἄνδρες ἐπὶ φάεος νοέουσιν. ἔνθεν ἐγὼν ἐδάην ἄστρων φύσιν ἀλλοπρόσαλλον- εὖτέ τις ἐκ καλύκων βοτάνην δρέψηται ἄπειρον- ἀστρῴας τε φάλαγγας ἐειδομένας πολέμοισιν. αὐτοὶ συγγενίας καὶ δώματα δεῖξαν ἑκάστου ἠδ' ἄρα τῶν φιλίην, αὐλὰς βρώμην τε πόσιν τε καὶ νοερὴν φιλότητα τελισκομένην ἐπὶ φωτί.

Aὐτοὶ μοίρας δεῖξαν ἐμοὶ πόλου ἀργυρόεντος πέντε καὶ ἑξήκοντα καὶ ἄλλας τρὶς ἑκατόν γε. ἦν δέ τις ἄστροισιν ὁρατῆς φύσιος συνέριθος, καὶ σκῆψιν τολύπευον· ἀγῷ δ' ἐπίθοντο καὶ αὐτά. μῆτιν δὲ προύφαινον ἀπ' αὐτῶν καὶ πόρον οἶον, κεύθοντα κρυφίων πολυμέρμερον αἰὲν ἀνωγήν, ἐκ δὲ θυηπολίων μειλίγματα μοῦνον ἔχοντα. ἄλλα δὲ οὐκ ἀΐουσι καὶ οὐ σπονδῶν ἀλέγουσιν, ἀλλὰ μόνον φάεος τοῖσιν μέλει εὐρώεντος· ἀλλὰ καὶ ὧς ἔσιδον, ζοφερῇ οὗ εἵνεκα βουλῇ βαῖνον πειθόμενα, ὅππως φάεος μεταδῶσιν ἄστρασιν οὐ φαέθουσι κεραννύμενα κατὰ βαιόν. θάμβος ἔχεν δέ με πάμπαν, ἐπεὶ μεσίτας ἐσόπωπα, ὅττι καὶ ἠερίοις ζοφεροῖς ὄλβοιο μέμηλε. καὶ θέμιδας δ' αὐτῶν μεγάλως θάμβησα νοήσας, ἅς περ μεσσάτιον θέντ' ἀλλήλοισιν ἔσεσθαι, ὅρκους πιστοτάτους γε φυλασσόμενοι κατὰ θυμόν. κεῖθι καὶ εὐσεβίη φιλίη θ' ἅμα καὶ ταχυτῆτες καὶ μῆτις σφεδανή, ὄφρ' ἀλλήλοισι μιγεῖεν, ἥν περ ἀγὸς κατέλεξε κακορραφίης ὑποθήμων· καὶ πινυτοὺς γὰρ ἔτευξεν, ἀπ' ἠέρος εἰρύσας ἆσθμα γλῶσσαν δ' εὐεπίης γαίης ἀπὸ φυτοκόμοιο, ἐκ δέ γε νερτερίων δολομήχανα πάντα διδάξας. ἔνθεν βαλβίδα κόσμου ὅλην κατέρυκε πιθήσας μὴ φύσιος λελαθέσθαι, ἀτὰρ θεοῦ εὐσεβέοντος· κωτίλλων γὰρ ἅπαντα ἐς ἐμπορίην κατέθηκε, πάντα δέ γε σκεδάσας ἀλίτης κρατέει ἐπὶ γαίην. αὐτῷ μοι πείθεσθ', ὅτι δαίμονα ἔδρακον αὐτόν, λοιβαῖς καὶ θυσίαις μειλιξάμενος πολέεσσι. πείθεσθ', ὅττι καὶ αὐτὸν ἰδὼν ἐπέεσσι προσηύδων καὶ φιλίων ἐπέων κείνου κλύον. ἐν δέ με πᾶσιν ἠίθεον προσέειπε καλὸν φύσει, ὥς περ Ἰαμβρήν, μύστην δὲ κρατερόν, κείνου ἀντάξιον ἔργων. καὶ δή μοι κατένευσεν ἀγὸν κόσμοιο τελέσσαι αὐτῷ συμπονέοντα, ἐπεὶ βιοτῆς ἴδεν ἔργα. ἔνθεν κυδαίνων με κακῶν στίφος ἐγγυάλιξε λυπρὸν δαιμονίων, καὶ ἐκθρῴσκοντι ἔειπε· "3Κυπριανέ, κρατερός τις ἔφυς βροτός."3 ἐκ δὲ καθέδρης ἀνστὰς προύπεμψεν, θάμβος δ' ὁρόωσι παρέσχεν· ἔνθεν ὁμῶς γεραροί με τίον κείνου μάλα πάντες. μορφὴν δὲ χρυσῷ ἰνδάλλετο ἀνθεμόεντι, μαρμαρυγῇ γληνέων κομόων, κορυφῇ δέ τ' ἔπειτα· στέμματ' ἔχων πλοχμοῖσιν ἀρηρότα καὶ λιθάδεσσιν, ὧν σέλας ἀγλαΐῃ κείνην κατεκόσμεε χώρην. κόσμος δ' εἵμαθ' ὁμοῖος. ἀτὰρ στρεφθεὶς χθόνα σεῖε- κύκλῳ δὲ κλισμῶν πολέες στάσαν ἀσπιδιῶται, μορφὰς ἐς οὖδας ἔχοντες, ἀρηρότες εὖτε φάλαγγες- ἀστράπτων κατὰ κεῖνο πέδον, θεὸς ὣς ἐν Ὀλύμπῳ, τείρεσι παμφαίνων, φυτηκομίην δ' ἐπαέξων, πᾶσιν δ', οἷς περ ἔτευξε θεός, πανομοίια τεύχων, ἀθανάτῳ κρατέοντι ἐριδμαίνων ἁγίοις τε· ἔνθεν γὰρ δόκεεν νόον ἀνδρῶν ἠπεροπεύειν ὥς τε μάλ' ἠπεδανὸς κενεὴν σκιὰν ἄντα τελείων, ἐκ τοῦ δαιμονίη μορφὴ πέλεται