1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

ἀθανάτοιο θεοῖο, τί ῥέξεις ὁππόταν ἔλθοι; εἰ Χριστοῦ κλῆσιν τρομέεις, τότε τίπτε τελέσσεις, εὖτε τεὰς πρήξεις καὶ οὐλοὰ ἔργα μετέλθοι; εἰ σκόλοπος θείου σε μένος τόσσον γε χαλέπτει, αὐτοῦ κεν παρεόντος ὅπῃ σέθεν ἴχνια θήσεις; εἰ σφρηγίς σε ἄλαλκεν, ἄρ' ἐκ παλάμης τότ' ἐκείνου πῶς δύνασαι κρατερῆς μέροπας ῥύσασθαι ἀνάγκης; οὐδὲ γὰρ οὐδὲ φάλαγγα τόσην λάχες, ὥς κεν ἀμῦναι. ἄρτι πολυπλανέος τέχνης σέο εἴμ' ἐπιίστωρ καὶ σέο φαντασίην μάλ' ἐπίσταμαι, οἶδά σε νωθρόν. μαψίδιον δὲ μόνον καὶ ἐπημάτιον σέο δῶρον. οὐδὲ τεὴ βουλὴ παγίη, οὐ μῆτις ἀρίστη. ἀτρεκὲς οὐδὲ ἕν ἐστιν, ὅ περ θεοῦ ἄντα τελείεις· φάσματα δ' εἰσὶ μόνον καὶ ἀχλύϊ πάντα ἔϊκται. ὤλεσας ἡμετέρην κραδίην καὶ ἐλπίδα πάμπαν καὶ λογικῶν πραπίδων πολυμέρμερον ἤλασας ἐσμόν. αὐτὰρ ἐμὴν βιοτὴν κακίῃ κατεδάρψαο δεινῇ καὶ φύσιν, ἥν περ ἐγὼ λάχον, ὤλεσας ἐκμαγίοισιν. ἤλιτον ἐκπάγλως φρένας ἐκ σέο ἠπεροπευθείς. ἄφρων καὶ δυσεβὴς γενόμην, σοὶ πάνθ' ὑποείξας. μαψιδίως σοφίην δὲ μάθον, προτέρων δέ τε βύβλους. σοὶ δ' ἐπιπειθόμενος στερόμην κτεάνων τε καὶ ὄλβου. σὺν πλούτῳ τοκέων δὲ καὶ ἄσθματος εὖνιν ἔθηκας. εἰ πτωχοὶ δὲ τόσα καὶ ἀκτέανοι φάγον ἄνδρες, ὅσσα διώλεσας αὐτός, ἀθέσμιε, νῦν τάχα τυτθὸν εὐμενέτην θεὸν εἶχον ἐπ' ἐλπωρῇσιν ἐμῇσιν. οἴμοι, τίπτε με τόσσον ἐλυμήνω, κακοεργέ; αἰνῶς τρύχομ', ἄλαστε· ἀνίατα πείραθ' ὁρῶμαι· καὶ γὰρ δὴ νέκυς ἦα, δοκήσει δ' ἐν βιόωσι. πολλῶν δὲ κτεάνων ὠνησάμενος μάλα τύμβον, πυθμένας οὐδὲ θανὼν μέσφα θανάτοιο πέρησα. ἀλλά γέ μοι θέμις ἐστὶ θεοῦ θεράποντας ἀγαυοὺς λίσσεσθ', αὐτὰρ ὁμῶς καὶ εὐσεβέας μάλα φῶτας, ὄφρ' ἐλέου οἴκτου τε τύχω. σεπτῆς δ' ἔτι παιδὸς ἴχνια πιστοτάτης μάλ' Ἰουστίνης γε κύσαιμι, ὅππως ἂν βιοτῆς ἐμέθεν περὶ καλὰ νοήσοι. φεῦγε, Σατὰν δολομῆτα, ἀθέσμιε, αἰνοτύραννε, ἀτρεκίην στυγέων καὶ εὐσεβίην ἀθερίζων."3 - ὃς δὲ χολωσάμενος κρατερῶς κτανέειν μ' ἐπόρουσε, πειρήθη δ' ὅσον αὐτῷ ἔην σθένος αὐτίκ' ὀλέσσαι ἐκ φάρυγός με λαβών. ὡς δ' οὐκέτι εἷς παρέην μοι οὐδ' ἔτι μιν θάνατον φυγέειν δόκεον καὶ ἀλύξαι, πιστοτάτης κούρης σημήιον ἐς νόον οὑμὸν σταυροῦ παμφανόωντος ἐπήλυθεν, ᾧ περ ἐνίκα, ἔφρασα δ' εὐχόμενος· "3κυδρῆς μεδέων θεὲ κούρης, ἔλθ', ἐπαλέξησον."3 καὶ αὐτίκα χεῖρα τάνυσσα καὶ τύπον ἰκριόεντα ἐμοῖς μελέεσσιν ἔθηκα. αὐτὰρ ὁ φεῦγεν ὄπισθεν ἅτ' ἐκθρῴσκων τις ὀϊστός, ἠπείλει χαλεπῶς δ' ἔγχος κραδάων κατ' ἐμεῖο. καὶ τότ' ἐγὼ Χριστοῖο λαβὼν σφρηγῖδος ἐρωὴν θάρσυνος ἦα μάλιστα, βοῶν θαμὰ καὶ θεὸν αὐτόν. δὴ τότ' ἀλαστήσας προσεφώνεε θὴρ κακόβουλος χαζόμενος· "3Χριστός σε πολύλλιτος οὔ τι σαώσει ἡμετέρης παλάμης κεν, ἐπεὶ στυγέει δυσεβῆας. ἄρτι δὲ τυτθὸν ἀρήγει, ὅπως μετόπισθε δόλῳ γε πότμῳ λευγαλέῳ σε παραπλάγξας ἀπολέσσῃ. εὖτε δὲ καλλείψει σε, τότ' εἴσεαι, οἷά σε ῥέξω, σὺ κράτος οὑμὸν ἀμέρσας· ἐμοὺς Χριστὸς γὰρ ὀπηδοὺς οὐ δέχετ' ἐνδυκέως. δύο δ' ὤλεσας, ὦ κακόδαιμον· πρῶτα μὲν ἡμετέρην φιλίην, καὐτὸς δέ τε σωτὴρ οὐ πάντως σ' ὀνίνησιν."3 ἐγὼ δέ τε τῶνδ' ἐσακούων μύθων αἰνοτάτως περιδείδιον, ὅττι με τοίοις ἠλεμάτως ἐπέεσσιν ἀταρτηροῖσι προσηύδα. ἔνθ' ὑμῖν, φίλοι ἄνδρες, ὅσοι στόνον ἴστε ἐμεῖο, φημὶ ἐμὴν λυπρὴν βιοτήν, ὄφρ' εἰσορόωντες τεύξετ' ἐλεημοσύνην· καὶ ἐννέπετ', εἴ μοι ἔνεστι Χριστὸν μειλίξασθ', εἰ ἐμῆς ἀΐοι μετανοίης, ἠδ' ἐπαλεξήσει μοι, ὅπως φύγω αἰνὰ κέλευθα, ὧν ἐδάην τὸ πάρος.» πληθὺς τείως δ' ἔχε σιγήν· ὀψὲ δέ μοί τις ἔειπε διαπρύσιόν γε βοήσας·