1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

2

θεῷ, οἱ πρώτιστοι τῶν μαθητῶν τοῦ Χριστοῦ, οἱ τὰς κλήσεις μετὰ τῶν πράξεων μεταλλάξαντες, οἱ τὰς κλεῖς τῆς τῶν οὐρανῶν βασιλείας βαστάζοντες, οἱ εἰς τρίτον ὑπερ αρθέντες οὐρανόν, οἱ ἁρπαγέντες εἰς τὸν παράδεισον, οἱ θεμέλιοι τῆς ἐκκλησίας Χριστοῦ, οἱ πᾶσαν γῆν τῷ τοῦ Χρι στοῦ περιειληφότες κηρύγματι, Πέτρος οὗτοι καὶ Παῦλος. φρίττω μὲν ὡς εἰκὸς καὶ δέδοικα τοῖς ἐγκωμίοις ἐπιβαλλό μενος, χαίρω δὲ καὶ ἀγαλλιῶμαι ταῖς κλήσεσι τούτων ἁγιαζό μενος, ἐκεῖνο τῆς ἀσθενείας, τοῦτο τῆς ἐλπίδος, ἐκεῖνο τῆς τόλμης, τοῦτο τῆς προθυμίας. οὐ τοσοῦτον γὰρ τὸ ἀσθενὲς συνεστάλη, ὅσον ἡ ἐλπὶς ἔνυξεν· οὐδὲ τοσοῦτον τὰ τῆς τόλ μης ἐθράσυνεν, ὅσον ἡ προθυμία παρέπεισε.

3 Πέτρος ἡμῖν καὶ Παῦλος οἱ εὐφημούμενοι. ὦ θεῖον ζεῦγος καὶ ἱερὸν καὶ τῆς παγκοσμίου ἀρούρης ἄξιον καὶ τῇ Χριστοῦ ἁρμόδιον ἅλωνι, ὦ ξυνωρὶς τιμία, ἐφ' ἧς Χρι στὸς ἀναπέπαυται. πατρίδας μὲν γὰρ καὶ πατέρας Πέτρου καὶ Παύλου τίς ἂν ἐρεῖ; ἢ τίς ἂν ἐγκωμίοις παραβαλεῖ; ὡς γὰρ ὁ δεσπότης αὐτῶν καὶ διδάσκαλος τὴν ἐκ πατρίδων καὶ πατέρων τὸ καθ' ἡμᾶς προσειληφὼς οὐ καταδέχεται σύγκρι σιν, οὕτω δὴ καὶ οἱ ἐκείνῳ ἀκολουθήσαντες καὶ ζηλώσαντες. πατρὶς μὲν γὰρ τῶν τοιούτων ἀνδρῶν ὁ παράδεισος, οὗ Πέτρος τὰς κλεῖς ἐγκεχείρισται καὶ εἰς ὃν ἀκήκοε. πατὴρ δὲ τούτων θεός, ὃς Πέτρον μὲν τῆς ἐκκλησίας αὐτοῦ θεμέ λιον τέθεικε, Παῦλον δὲ σκεῦος ἐκλογῆς ἀπειργάσατο, καὶ θώκοις συγκαθεσθῆναί οἱ ἐν τῇ δευτέρᾳ παλιγγενεσίᾳ ἐπὶ τῇ τοῦ Ἰσραὴλ κρίσει ἀπισχυρίσατο. τοιαῦται μὲν αἱ πατρίδες τῷ Πέτρῳ καὶ τοιοῦτοι πατέρες τῷ Παύλῳ προσμεμαρτύρην ται. τί γὰρ ἂν ἔχῃ τις καὶ περιφανὲς εἰπεῖν ἁλιέως ἢ σκηνορράφου πατρίδος, εἴ γε περιφανῆ τὰ οὕτως εὐτελῆ καὶ χαμαίζηλα καὶ τοῖς εὖ φρονοῦσι πατούμενα, ὡς καὶ τοῖς πλείοσι διὰ Χριστὸν ἀπερρῖφθαι καὶ ὡς μηδὲν λελογίσθαι, οἷς τὸ προσκεκολλῆσθαι βλάβος ψυχῆς καὶ ὧν ἀποστῆναι θεῖον παράγγελμα ἀποκόπτον τῶν νόθων καὶ ἀποξενοῦν τῶν ἀλλοτρίων καὶ πρὸς τὸ συγγενὲς ἐπανάγον καὶ τὸ ὁμότι μον, ὅθεν ἐξ ἀρχῆς τῇ παραβάσει πεπτώκαμεν. πατρὶς μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις ἁπλῶς ὁ τερπνὸς ἐκεῖνος παρά δεισος, ὁ ἅγιος τόπος, ὁ ἱερὸς κῆπος, ἡ ἀδιάβλητος τρυφή, τῶν ἀγγέλων τὸ οἰκημα, τῶν ἁγίων τὸ ἐνδιαίτημα, τὸ θεῖον ὄντως ἀνάκτορον, ὃ προῳκοδόμηται τοῦ βασιλέως, κατείρ γασται δέ οἱ τὰ πάντα φιλοτιμότερον. δένδρα ἐπὶ τούτῳ ἐπεφύκει πολυανθῆ, καρποὺς αὐχοῦντα ποικίλους τε καὶ πολυειδεῖς, εἰκόνας τῶν ὑπὲρ φύσιν εἰδῶν καὶ νοημάτων, οἷς καὶ σύμπας κατάλληλος συνάγεται ὁ παράδεισος· ἐν μέσῳ δὲ τούτων ξύλον ζωῆς εἰτε γνώσεως, οὗ καὶ ἡ τροφὴ πρὸς καιρὸν ἀπηγόρευται. ἐν τούτοις πέπλασται ἄνθρωπος δεσ πότης τοῦ θείου χώρου καὶ βασιλεὺς καὶ τῷ αὐτεξουσίῳ τε τίμηται. ἀλλ' ἐπηρείᾳ σατανικῇ καὶ γυναικείᾳ πειθοῖ τοῦ ἀπηγορευμένου μετέλαβε καὶ ἐξόριστος τηνικαῦτα γεγένηται, τὴν φθορὰν τῆς ἀφθαρσίας ἀνταλλαξάμενος καὶ γῆν ἀντὶ παραδείσου καὶ τοῦ ἀπόνως ζῆν τὴν ἐπίπονον ἀνταμειψά μενος δίαιταν, καὶ τῶν θείων ἐκείνων φυτῶν καὶ καρπῶν ἀκάνθας καὶ τριβόλους ἀντιλαβών, καὶ ἁπλῶς τῶν θείων καὶ τοῦ θεοῦ τὸν κόσμον ἀντικερδάνας καὶ κοσμοκράτορα. αὕτη τοῦ ἡμετέρου γένους ἡ ἐξορία, τοῦτο τῆς ἡμετέρας συμφορᾶς τὸ κεφάλαιον· διὰ ταῦτα ξένος ἐγὼ καὶ θρήνων ἄξιος ὁ τιμώμενος, καὶ ὁ φθονούμενος ἐλεούμενος, καὶ ὁ τῶν κάτω τῷ θείῳ ὑπεραιρόμενος ἐμφυσήματι, ὃ τῆς θείας καὶ νοερᾶς ψυχῆς ἡμῖν αἴτιον, κάτω νενευκὼς καὶ ὑπὸ γῆν κεκυφώς. ὅθεν ἐμοὶ τὸ παχύτατον τοῦτο καὶ βαρύτατον ἔνδυμα καὶ ἡ κατάρα φιλάνθρωπος εἰς γῆν ἀποστρέψαι ἐξ ἧς ἐλήφθην, ἵνα μὴ ἀθανάτως συνάγωμαι τοῖς κακοῖς καὶ τῇ ἁμαρτίᾳ συμπεριφέρωμαι καὶ διὰ ταῦτα μαστίζωμαι, ἀλλ' εἰς τὴν πρώτην στοιχείωσιν ἀναλύσαιμι, ὡς ἐντεῦθεν συγ κριθείην ἄμεινον καὶ μεταμειφθείην εἰς τὸ ἀθάνατον.