1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

τοσοῦτον λαβεῖν τὸν μι σθὸν οἷς τε ἀφῆκας τὰ ἑαυτοῦ καὶ τὸν σταυρὸν ἦρας ἐπ' ὤμων καὶ τῷ Χριστῷ ἠκολούθησας. ἂν παρὰ Χριστοῦ ἐρωτηθῇς τίς ἐστιν, μὴ ἀνθρωπίνοις ἀκολου θήσας λογισμοῖς καὶ αὐτὸς ἐρεῖς τι τοῦ δεσπότου ἀνάξιον· ἄνθρωπός ἐστι τὸ φαινόμενον, ἀλλὰ καὶ θεὸς τὸ κρυπτό μενον. μὴ προσκόψῃς ὡς οἱ Ἰουδαῖοι τοῖς ἔξωθεν· λίθος μέν ἐστιν οὗτος προσκόμματος, ἀλλὰ καὶ ἀκρογωνιαῖος γνω ρίζεται. ἐκ γοῦν τοῦ πατρὸς τῶν φώτων ἀποκαλύφθητι τὸ μυστήριον καὶ ἀνενδοιάστως εἰπέ· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος».

22 Ὡς θαυμασία σου αὕτη γενήσεται ἡ ἀπόφασις. Ἄρειον ἐκ τούτου καταισχυνεῖς καὶ Σαβέλλιον καὶ ὡς φληνάφους ἀποφανεῖς ἐν τοῖς δόγμασι, συναναστρέψεις δὲ καὶ Νεστό ριον καὶ σύμπαν σμῆνος τῶν αἱρετικῶν ἀφανίσειας. τῷ γὰρ ὀνόματι τοῦ υἱοῦ τὸ πρὸς τὸν πατέρα ὁμοούσιον καὶ ὁμοδύναμον συναχθήσεται καὶ ἡ τοῦ Σαβελλίου συνα λοιφή σοι καταπτυσθήσεται· διῄρηται γὰρ πατὴρ καὶ υἱὸς τοῖς τῶν ὑποστάσεων ἰδιώμασι· καταβληθήσεται καὶ Νεστορίου τὸ βλάσφημον· Χριστὸς γὰρ εἷς ὁ ἐκ τῆς παρθένου καὶ θεοτόκου, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς μὲν τὴν ὑπόστασιν, τὰς δὲ φύσεις διπλοῦς. εἰ οὕτως ὁμολογή σειας, διὰ μικροῦ λόγου τὸ πᾶν σοι κατορθωθήσεται τοῦ κηρύγματος. καὶ ἡ ἀντίδοσις τῆς ὁμολογίας ὡς ὑψη λή τε καὶ θαυμασία καὶ πάσης ἐλπίδος ὑπερκειμένη καὶ ἐννοιῶν. μετονομασθήσῃ τὴν κλῆσιν καὶ οὐκέτι Σίμων ἀλλὰ Πέτρος ἀκούσῃς μακάριος, καὶ ἐπὶ τῷ λόγῳ τῷ σῷ ὡς ἐπὶ πέτρᾳ στερρᾷ ἐποικοδομήσει τὴν ἐκκλησίαν Χριστός, ἧς τοῦ ᾅδου πύλαι οὐ κατισχύουσι, καὶ λάβῃς τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, οὗ τί ἂν εἴη εὐδαιμονέστερον; καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τῷ οὐρανῷ, καὶ δεδεσμένον αὖθις ἐν οὐρανῷ, ὃ ἐπὶ τῆς γῆς δῆσαι θελήσειας.

23 Τούτων τῶν ἀμοιβῶν τί ἂν γένοιτο μακαριώτερόν τε καὶ τιμιώτερον; εἰ γὰρ παρὰ βασιλέως θνητοῦ πρὸς καιρὸν τιμῶντος τὸν ἄνθρωπον μικρὰν προστασίαν προσλάβῃ τις, ἡδονὴν ἄγει καί οἱ ἐπιγαννύσκεται ἡ ψυχή· παρὰ μεγίστου καὶ ἀθανάτου βασιλέως τοῦ τὸ κῦρος πάσης γῆς καὶ παν τὸς οὐρανοῦ καὶ τοῦ περὶ ταῦτα κατέχοντος τοσοῦτον καὶ τηλίκον μεγαλεῖον λαβεῖν, ὅσην φέρει τῆς ἡδονῆς τὴν ὑπερβολήν! ἄρρητός ἐστιν αὕτη καὶ ἀνερμήνευτος καὶ ἀνθρω πίνοις λογισμοῖς ἀνεπίβατος. σπουδάσωμεν οὖν Πέτροι γενέσθαι ταῖς ἐργασίαις τῶν ἀρετῶν, ἵνα καὶ τῶν ἴσων γερῶν ἐπιτύχωμεν. ἀλλ' εἰ Παῦλον μᾶλλον ἀπεικονισθῆναι πεφύ καμεν, ἀφθόνως γενοίμεθα Παῦλοι. πρῶτον μὲν τὸν ζῆλον, ὃν οὐ κατ' ἐπίγνωσιν ἔχομεν, ἀπορρίψωμεν· τῇ προσφύσει τῶν νομικῶν διαταγμάτων ἀποταξώμεθα, εἰ καὶ μὴ ἑκόντες, ἀλλ' ἄκοντες· πληγῶμεν τὰς ὄψεις· ἀποβαλώμεθα τὸ αἰσθη τὸν τοῦτο φῶς, ἵνα τὸ νοητὸν κατοπτεύσωμεν· μετονο μασθῶμεν ἐκ Σαύλων εἰς Παύλους· ἂν εἰς Ἀνανίαν ἀπέλ θωμεν, δεξώμεθα παρὰ τούτου τὸ φώτισμα καὶ κατ' ἄμφω τὴν λάμψιν κερδήσωμεν· ἴδωμεν συνάμα φῶς ἡλίου φαινό μενον καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης φῶς τὸ ἀπρόσιτον· μετακεντρίσωμεν τὸν νομικὸν ἐκεῖνον ζῆλον εἰς εὐαγγέ λιον· εἰς πάντα γῆς τὰ πέρατα διδάσκειν προθυμηθῶμεν· διέλθωμεν Συρίας τὰ ὅρια, Φρυγίας, Καππαδοκίας, λιθασθῶμεν, μαστιχθῶμεν, τεσσαράκοντα παρὰ μίαν λάβωμεν, καθειρχθῶμεν· ἂν βιασθῶμεν καὶ Ῥωμαίους ἑαυτοὺς δια μαρτυρώμεθα· καλὸν κερδῆσαι τὴν σωτηρίαν· ἂν ὠφελοῖτο τὸ εὐαγγέλιον, μέχρι τοῦ Ἰλλυρικοῦ διαδράμωμεν διατρα νοῦντες τὸ κήρυγμα· ἂν προλάβῃ Πέτρος εἰς Ῥώμην καὶ τὸ τοῦ μαρτυρίου τέλος προλάβοιτο, κατόπιν τούτου βαδίσω μεν· καὶ δι' ὃν ἀνήλθομεν εἰς Ἱερουσαλὴμ ὅπως ἂν αὐτὸν ἱστορήσωμεν, καὶ αὖθις μετὰ τοῦτον εἰς τὸ παγκόσμιον θέατρον καταντήσωμεν, ἵν' ἔμπροσθεν καὶ ἀγγέλων καὶ ἀνθρώπων ἀγωνισώμεθα· φέρωμεν τὸν σκόλοπα τῆς σαρκός· ἂν δυσφορῶμεν, τρὶς ὑπὲρ τούτου παρακαλέσωμεν· ἂν ἀκούσωμεν «ἀρκεῖ σοι ἡ χάρις μου, ἡ γὰρ δύναμίς μου ἐν