1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

15 Ταῦτα μὲν ἅπας οἶδε πιστός, καὶ τάχα ἂν εἴποιεν ἐπι μεμφόμενοι οἱ ἀκροάμονες· «εἰς τί σοι ταῦτα τὰ λόγια; ἄλλην γοῦν τρέχων ἄλλην ἐβάδισας, καὶ Πέτρον ἐπαινέσαι καὶ Παῦλον τοὺς ἀποστόλους προθέμενος πρὸς θεολογίαν καὶ κόσμου γένεσιν μετελήλυθας· καὶ τίς ὁ λόγος; τίς δὲ ὁ σκοπός»; αὐτὸς ὑμῖν, ὦ φίλοι ἀκροαταί, παραστήσαιμι· οὐ γὰρ οὕτως περιττολόγος ἐγὼ καὶ ἀδολεσχῶν ἐν τοῖς ῥήμασιν, ὥστε πάνυ ἔξω φέρεσθαι τῆς προθέσεως. ἀλλ' ἄγε σκο πεῖτε, ὡς λίαν μοι συνῳδὰ τὰ λεγόμενα καὶ πάνυ γε ἡρμοσ μένα καὶ συναρτώμενα. οἶδα διττὰς δυνάμεις ἐπὶ θεοῦ, τὰς τῆς θεωρίας λέγω καὶ πράξεως. θεωρεῖ μὲν γὰρ θεός, ὡς ἔστι θεωρεῖν τὸν θεόν, ἐννοῶν τὰς φύσεις ἃς διαπλάτ τεται· πράττει δὲ θεὸς εἰς ἔργον διαβιβάζων τούτου τὸ νόημα. εἰκότως γοῦν καὶ ὁ κατ' εἰκόνα τούτου γεγενη μένος τοῖς τοιούτοις εἰκονισθήσεται ἰδιώμασιν· ἄνθρωπος δὲ κατ' εἰκόνα τούτου δεδημιούργηται, καὶ ὁ λόγος συνάγει τοῖς τοιούτοις πρέπον εἶναι τοῦτον σεμνύνεσθαι. ἔστι δὲ ἀντιστρόφως περὶ τὸ θεῖον ταῦτα καὶ τὸ ἀνθρώπινον· ἐπὶ μὲν γὰρ θεοῦ προτέρα πάντως ἡ θεωρία τῆς πράξεως, ἐπ' ἀνθρώπων δὲ προτέραν τῆς ὡς ἀληθῶς θεωρίας τὴν πρᾶξιν εἶναι συμβέβηκε· θεοῦ μὲν γὰρ εἶναι κατιέναι μικρὸν τῆς οἰκείας περιωπῆς, ἀνθρώπου δὲ πρὸς αὐτὸν ἀνι έναι διὰ τῆς πράξεως καὶ ἐπαπολαύειν τῆς θείας ἐκείνης μακαρίας ἐλλάμψεως. ὡς γοῦν ὁ πρῶτος ἄνθρωπος γέγονε, δίδοται τούτῳ καὶ ἐντολή, ὡς ἂν τῇ ἀρίστῃ ταύτῃ πράξει ἐγγυμ νασθείη κἀντεῦθεν προσέλθῃ τῷ ξύλῳ τῆς ζωῆς γνώσεως καὶ εἶθ' ἑξῆς καὶ τοῦ τῆς ζωῆς ἐμφορηθείη φυτοῦ. ἀλλὰ τῷ πρώτῳ ταῦτα διέφθαρται, καὶ πρᾶξις αὐτῷ καὶ θεωρία συγ καταλέλυται. δεύτερος οὖν διὰ ταῦτα κόσμος καὶ ἄλλη τις βιοτή, καὶ πρῶτος ἐν ταύτῃ ἕτερος ἄνθρωπος καὶ νέος Ἀδὰμ ὁ θεὸς καὶ ἡ τῆς εἰκόνος ἡμῶν ἀνακαίνισις. ὡς γοῦν τὴν παραφθαρεῖσαν εἰκόνα τοῦ πρώτου Ἀδὰμ ἐφορέ σαμεν τὴν ἐκ χοὸς παρυποστᾶσαν καὶ τοῦ συγκράματος, οὕτω δὴ καὶ τοῦ δευτέρου καὶ πρωτοτόκου ἐν πολλοῖς ἀνα φανέντος τοῖς ἀδελφοῖς ἐνδεδύμεθα τὴν νοερὰν καὶ ἀνώλεθρον.

16 Αὕτη δὲ ἡ εἰκὼν διὰ πράξεως ἡμῖν καὶ θεωρίας ὑψηλῆς ἐπιγίνεται, ὧν τύπους εἰς διδασκαλίαν Πέτρον καὶ Παῦλον τέθεικεν ὁ Χριστός-εἰς τοιοῦτον γὰρ ὁ λόγος ἡμᾶς κατήντηκε νόημα-ὧν πράξει μὲν Πέτρος ἐκ τῶν λόγων ἐξισωθήσεται, Παῦλος δὲ τῇ θεωρίᾳ ὁμοιωθήσεται, δι' ὧν ἢ παρ' ὧν σύμπας ἄνθρωπος εἰς Χριστὸν ἀναχθή σεται, Πέτρος καὶ Παῦλος κατ' ἶσον φανείς, ἢ μᾶλλον Πέτρος, ἧττον δὲ Παῦλος γενόμενος ἢ ἐναλλάξ, πάντως δὲ ὁ βεβουλημένος ἐκεῖσε ἰέναι μὴ ἀντικλώμενος, ὡς μὴ ἂν ἄλλως εἶναι εἰ μὴ διὰ τούτων τῶν ὁμοιωμάτων Χριστῷ προσεγγίσαι καὶ μαθητευθῆναι τῷ λόγῳ καὶ σύμμορφον γεγενῆσθαι καὶ τῷ πάθει τούτου καὶ τῇ λαμπρότητι. εἰς τοιαύτην ἡμᾶς ὁ λόγος τὴν θεωρίαν ἀνήγαγε καὶ πρακτικῆς ἐπιστήμης εἰκόνα Πέτρον εἴτε προαγωνιστὴν εἴτε διδάσκαλον προύθετο. Πέτρος ἁλιεὺς καὶ τρίβων ἄγρας ἰχθυηρᾶς καὶ δίκτυα πλέκει καὶ ἰθύνει κάλαμον καὶ ἄγκιστρον ἐπιβάλλει καὶ χαλᾷ ὁρμιὰν καὶ ἐπιφέρει τὸ δέλεαρ καὶ τοῖς τεχνικοῖς πρακτικεύεται. Παῦλος δέ-εἰ γὰρ καὶ προέφην τούτους χωρίσαι ἢ κατ' ἰδίαν τὰ αὐτῶν ἐπισκέψασθαι, ἀλλ' οὐ πάμπαν διὰ μακροῦ διαρρῆξαι τούτους βεβούλημαι ἀλλ' ἐπισυνάπτειν ὡς ἔνεστιν, ὅτι μηδὲ ζωγράφος τὸ τοιοῦτον ἂν τετόλμηκεν ἐν σκιαῖς- Παῦλος γοῦν γραμμάτων ἔμπειρος καὶ Φαρισσαίοις συγκατα λέγεται καὶ νόμου ζηλωτὴς καὶ τῶν πατρικῶν αὐτοῦ παρα δόσεων θεωρός, διὰ ταῦτα καὶ τῆς γνωστικῆς ἐφαπτόμενος. Πέτρον ἐξάγει καὶ πλοίου καὶ θαλάττης Χριστὸς καὶ τῷ ὁμοίῳ τῆς τέχνης τοῦτον ζωγρεῖ καὶ πρὸς ὑψηλοτέ ραν σαγήνευσιν μετατίθησι· Παῦλον δὲ ὄψις ἰσχυροτέρα τῶν ὀφθαλμῶν ἐκνικᾷ, καὶ ἀποβάλλει τὴν ἐνοῦσαν τούτῳ θεωρίαν καὶ νόησιν καὶ εἰς τὰ κρείττω μετὰ τὴν μεταβολὴν μεταμείβεται. ὁρᾶτε πῶς οὐ διαστῆσαι πορρωτέρω δεδύνημαι τοὺς ἡνωμένους ἐν τῇ τοῦ πνεύματος χάριτι, εἰ καὶ προει λόμην ἐν μέρει τὰ τούτων ἐρεῖν; καὶ τοῦτο πάντως