παλατίῳ προσ καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη σίν "ἴστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι τὰς εἰκόνας, οὓς εἰ βούλεσθε παραστῆναι καὶ διαλεχθῆναι περὶ τούτου, καὶ ἐκδηλότερον τὸ ἀληθὲς φανήσεται." 7 πρὸς ὃν ὁ θεῖος Νικηφόρος οὐδὲν ἀπεκρίνατο, ἔφη δὲ πρὸς τοὺς παρισταμέ νους μεγιστάνους "εἴπατέ μοι, τὸ μὴ ὂν δύναται πεσεῖν;" τῶν δὲ τῇ ἀσφαλείᾳ τῆς πίστεως ἀποκριθέντων εἴρετο πάλιν ὁ πατριάρχης "ἔπεσον ἐπὶ Λέοντος καὶ Κωνσταντίνου τῶν Ἰσαύρων αἱ ἅγιαι εἰκόνες;" τῶν δὲ κατανευσάντων καὶ τὸ ναὶ προσειπόντων, "οὐκ 767 οῦν ἵσταντο πάντως καὶ ἦσαν ἀρχαϊκὸν αὐτῶν ἔχουσαι τὸ ἀνάστη μα. τὸ γὰρ μὴ ὂν μηδ' ἱστάμενον πῶς δύναται πεσεῖν;" 8 εἶτα τῶν ἄλλων ἐπισκόπων τοιαῦτα προτεινάντων εἰς ἀνατροπὴν τῆς αἱρέσεως, ὁ ἱερὸς ἐπίσκοπος Σάρδης Εὐθύμιος παρρησιασάμενος λέγει "πρόσεχε, ὦ βασιλεῦ, τοῖς ἐν ἐπιτομῇ ῥηθησομένοις. ἀφ' οὗ ἦλθε Χριστὸς ἐπὶ τῆς γῆς μέχρι νῦν ὀκτακόσια ἔτη παρῆλθον, καὶ πανταχοῦ στηλογραφεῖται Χριστὸς καὶ ἐν εἰκόνι προσκυνεῖται. ποῖος οὖν αὐθάδης τολμήσειεν τὴν τοσούτου χρόνου ἀποστολικήν τε καὶ πατρικὴν παράδοσιν ἀθετῆσαι ἢ μετασαλεῦσαι; μάλιστα τοῦ ἀποστόλου λέγοντος, ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις ἃς παρελάβετε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς. κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω." 9 μεθ' ὃν ἀπεκρίθη καὶ Θεόδωρος ὁ ζηλω τὴς καὶ θερμὸς τῆς ὀρθοδοξίας πρόμαχος, ὁ τῶν Στουδίου ἡγού μενος, λέγων "μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησια στικήν. εἴρηκεν γὰρ ὁ ἀπόστολος, καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποι μένας καὶ διδασκάλους. οὐκ εἶπεν βασιλεῖς. σοὶ μὲν γὰρ ἡ πο λιτικὴ κατάστασις ἐπιστεύθη καὶ τὸ στρατόπεδον. τούτων φρόν τιζε, καὶ τὴν ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις κατὰ τὸν θεῖον λόγον. εἰ δὲ μὴ βούλει προσέχειν τούτοις καὶ εἶναι μετὰ τῆς πίστεως ἡμῶν, κἂν ἄγγελος ἐξ οὐρανῶν κατελθὼν βουλη 768 θείη παρατρέψαι ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ, μήτι γε βασι λέως." 10. Ὁ οὖν τύραννος ταῦτα ἀκούσας καὶ ὑπερζέσας τῷ θυμῷ, καὶ λεόντειον ὁ πιθηκὸς βρύξας, καὶ πάντας μεθ' ὕβρεως ἀπελά σας, καὶ τὸν Νικηφόρον τὸν μέγαν τῆς πόλεως ἀπελάσας, ὡσαύ τως καὶ Θεόδωρον τῶν Στουδίου ἐξορίσας, ἀντιχειροτονεῖ τὸν ἀπὸ σπαθαρίων Θεόδοτον τὸν Κασσιτηρᾶν καὶ τῆς θυμέλης τὴν προσ ηγορίαν ἐπειλημμένον. καὶ οὕτως ὁ ἀλιτήριος καὶ θηριότροπος μᾶλλον ἢ θηριώνυμος, ἐπαρθεὶς κατὰ τῆς εὐσεβείας, μειζόνως ἐδίωκε τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθει σφόδρα, μέχρι τοῦτον ἐνδίκως ἡ θείη δίκη μετῆλθεν. οὗ τὴν κακίστην γένεσιν καὶ μο χθηρίαν καὶ θεοστυγῆ προαίρεσιν καὶ δυσσέβειαν, καὶ μέντοι καὶ χαλεπὴν τοῦ βίου καταστροφήν, ὁ θεσπέσιος Νικηφόρος διαρρή δην στηλιτεύων φάσκει "παρορᾷ θεός, καὶ ἦρξεν καθ' ἡμῶν ἄν θρωπος-οὐκ οἶδα εἰ ἄνθρωπον λέγειν χρή, ἀλλὰ μὴ θηρίον, καὶ θηρίων ἀγριώτερόν τε καὶ πικρότερον. 11 τί γὰρ τῆς συμφορᾶς ταύτης ἐλεεινότερον καὶ τῆς δυστυχίας ἀθλιώτερον; ἡλίκον κακὸν εἰς τὴν βασιλείαν εἰσεκώμασεν! διφυὴς μὲν τὸ γένος καὶ μιξοβάρβαρος, πολυειδὴς δὲ τὸν τρόπον καὶ ἀνελεύθερος καὶ τὴν γνώμην ἀστάθερος." 769 Τὸ μὲν οὖν προσεχῶς αὐτῷ ὑπηργμένον καὶ πολυγνώριμον, 769 ἐκ γὰρ τῆς Ἀρμενίων ὡρμᾶτο γῆς, ὅθεν εἰπεῖν τὸ δύστροπον καὶ κακόηθες. τὸ δὲ πορρωτάτω καὶ παλαιὸν τυγχάνον, καθὰ τῶν πρεσβυτέρων ἐξιστοροῦσί τινες, οἳ τὰ ἐκείνου καὶ τῶν ἐκείνου πα τέρων ἐκ πολλοῦ παραδοθέντα ἴσασιν, οὐδ' ἐντεῦθεν καθαρῶς ποθεν ἐκπεφυκέναι, εἴπερ ἐκ τῆς Ἀσσυρίων φυλῆς κακίστην παρα φυάδα ἐκδῦναι, ἐξ ὧν τὸ πατρῷον ἐπεφήμιζεν αἷμα. κατήχθη γὰρ ἐκ τῶν Σεναχηρεὶμ παίδων, ὃς δὴ τῶν Ἀσσυρίων ἦρξέ ποτε καὶ ὑπὸ τῶν φύντων καιρίαν τὴν πληγὴν ἐδέδεκτο· καὶ γὰρ οἵ γε φονίας δεξιὰς τῷ γεννήτορι ἐπανετείναντο, τῷ πατραλῴῳ λύθρῳ ἐμμολυνόμενοι, αὐτόχειρές τε τῆς σφαγῆς τοῦ τεκόντος γενόμενοι αὐτίκα πρὸς τοῖς χωρίοις τῶν Ἀρμενίων φυγάδες οἰχόμενοι ἀνα σώζονται. τούτου δὲ τοῦ πατροφόνου