Chronicon ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ.

 παλατίῳ προσ καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη σίν ἴστε

 σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀνδροφόνος καρπός, οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακριθὲν τὸ δεινὸν ἐκεκλήρωτο. ὃς ε

 καὶ ὁ μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρ χων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς θεοῦ προστετ

 σωζομένας ἱστορήσαμεν. 21 μάρτυς δὲ καὶ ἡ ὄψις, δι δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶ

 τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶ

 {ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}

 λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ' ὡς ἡ θεία πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ

 {ΒΑΣΙΛΕΙΑ ΘΕΟΦΙΛΟΥ.}

 δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων

 τοῦτο; ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτο

 ὡς ἄξιον ἦν, ὑπε δέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμε νος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξά μενος. 14. Τού

 παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακία

 ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκι μάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον. τοῦ δὲ

 πολλὰ λοιπὸν ἐξ ἀτοπίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς

 Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγα γόντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγο μένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν.

 μένη καὶ ἀνατρεπομένη καθ' ἑκάστην ἡμέραν. καὶ δὴ λοιπὸν αὐ τίκα διὰ βασιλικῆς ἐπιτροπῆς καὶ συνεργίας ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις καὶ

 Θεοφιλίτζης εἶπεν ὅτι, δέσποτα, 817 ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους, οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ δ

 ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον

 Βάρδᾳ μὴ τύπτε τὸν λογοθέτην. οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατα κόπτουσιν εἰς τὸ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδει ξάμενοι. 13. Τοῦτο μα

 ἐπιρροαῖς κατασκευάσας ὡραιότατον πάνυ. καὶ τούτου τελεσθέντος, ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέ τρος λόγιος καὶ σκωπτικός, ὃν καὶ πτωχομάγιστρον ἐκάλουν

 αὐτοῦ μελε τῶντα. ὁ δὲ ταῦτα ὡς λῆρον ἤκουεν. ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου,

 ὑψηλῆς στὰς πέτρας, ἐφώνει μεγάλως τῷ βασιλεῖ καλὸν ταξεί διον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐα

 Πηγάνη θυμιατήριον ὀστράκινον μετὰ θεαφίου θυμιᾶν αὐτόν. καὶ ἀποτυφλοῦσι Συμβατίου τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκ

 βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ. ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης ὁ Πέρσης τὸν Βασιλισκιανὸν

 καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 3. Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων ἐν τῇ προελεύσει εἰς τὴν μεγάλην ἐκκλησίαν ἐβάπτισε

 πρὶν ἢ φθάσαι τὸν στό λον, τοῦ βασιλέως πολλὰ θρηνήσαντος καὶ ἀποδυραμένου. 12. Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατ ηγορηθέντος ὡς φιλουμ

 ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ ὅτι πολλάκις τοῦ πατρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινά, ἵνα τί μὴ δίδω

 τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀναγνόντες, τοῦτον τοῦ θρό νου κατήγαγον, καὶ περιώρισαν ἐν τῇ

 καταπολεμῆσαι Ἁγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. 9. Γέγονε δὲ ἔκλειψις ἡλίου, ὥσ

 τελευτήσαντος, ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους εἰσέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον

 δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι, δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπε

 Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον συνεχω ρήθησαν, μοναχοὶ ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐ στάθιος εἰς τῶν Στουδίου. παρελήφθη δὲ καὶ Λῆμν

 ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχᾶ εἰς τὸν τίμιον σταυρόν, προφασισάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ ∆ουκός,

 τοῦτο μαθὼν Ἀνδρόνικος, ἀπο γνούς, ἅμα συγγενέσιν αὐτοῦ καὶ τέκνοις αὐτοῦ καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Καβάλαν, εἰς τελείαν ἀπο στ

 Σαμωνᾶς εἰς τίνα ἐστὶν ἡ κάκωσις; ἔφη αὐτῷ ὁ μητροπολίτης εἰς σέ· καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν. τὸν δὲ βασιλέα εἶπεν

 ἐστό λισεν καὶ τοῖς ζῴδοις φωταγωγίαν γὰρ ἐποίησεν. διὰ τοῦτο ᾔρθη ἀπ' αὐτοῦ ἡ τοῦ θεοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 5. Ἱμερί

 ἔπεσον τῶν μερῶν, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ἐξάδ

 879 μηνίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς σὺν αὐτῷ μετ' ὀργῆς, τὰ τῆς ἰδίας ἐκκλησίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσ

 ἄλλοις ἐν τῇ τοῦ πολέμου 882 συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. 17. Ἀπεστάλη δὲ πότε καὶ Ῥωμανὸς πατρί

 ταῦτα γεγόνασι. 23 προσελά βετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς

 βασιλεοπάτωρ χρυ σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκ

 προελεύσει προῆλθον. 2. Ἰουνίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἁπάντων ἑνωθέν 891 των, μητροπολιτ

 καὶ πολλοὶ ἕτεροι. μόλις οὖν διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρό μωνα. ἦλθε δὲ φεύγων ἔνοπλος μετὰ δρόμωνος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσηλέ· καὶ μὴ ἰσχύσ

 στερίσκεται. Βάρδαν τὸν Βόϊλαν ἀπέκειραν μοναχόν, τοῦ βασι λέως οἰκτείραντος φίλον τυγχάνοντα. 15. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδρ

 ἀργυροασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων πεφραγμένων σι 900 δήρῳ, οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέ

 Στέφανος ὁ Ἀμασείας μητροπολίτης εὐνοῦ χος ὑπάρχων. 903 26. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορηθεὶς ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμ

 καὶ Μα ρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέ τρον τε καὶ Μαρίαν, καὶ

 τοῦ βασιλέως Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 38. Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρ

 ἤδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νη πίων ὄντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 43. Κατήγαγον δὲ

 ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτ

 πολιορκουμένης στρα τεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολι

 μοναχόν. 1 ὑπελείφθη οὖν αὐτοκράτωρ Κων σταντῖνος ὁ τούτου γαμβρός· ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, χρόνῳ πολλῷ τὴν ἐν

ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. οἱ περιλειφθέντες οὖν εἰς τὸ τῆς ἀνατολῆς μέρος εἰς τὰ Σγῶρα λεγόμενα καταπλέουσιν. ἀπεστάλη δὲ τότε καὶ Βάρδας ὁ Φωκᾶς διὰ γῆς μετὰ ἱππέων ἐγκρίτων παρατρέχειν αὐτούς. καὶ δὴ τούτων σύνταγμα ἱκανὸν ἀποστειλάντων πρὸς τὰ τῆς Βιθυνίας μέρη ὥστε τὰ πρὸς τροφὴν καὶ τὴν ἄλλην χρείαν αὐτοῖς πορίσασθαι, περιτυχὼν τῷ τοιούτῳ συντάγματι ὁ εἰρημέ νος Βάρδας ὁ Φωκᾶς κακῶς τούτους διέθηκεν, τρεψάμενος καὶ κατασφάξας αὐτούς. κατῆλθε δὲ τηνικαῦτα καὶ Ἰωάννης μάγι στρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κροκόας μετὰ παντὸς τοῦ τῆς ἀνατολῆς στρατεύματος, καὶ τούτων πολλοὺς διέφθειρεν, ἀπο σπάδας τῇδε κἀκεῖσε καταλαμβάνων, ὥστε συσταλέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἀθρόως ἐπὶ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ διατρέχειν κατατολμᾶν. 51 πολλὰ δὲ καὶ μέγιστα κακὰ οὗτοι διεπράξαντο πρὸ τοῦ τὸ Ῥωμαϊκὸν στράτευμα κατελ θεῖν. τό τε γὰρ Στενὸν λεγόμενον ἅπαν ἐνέπρησαν, καὶ οὓς συνε λάμβανον αἰχμαλώτους τοὺς μὲν ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστῶντες βέλεσι κατετό 916 ξευον· ὅσους δὲ τοῦ ἱερατικοῦ κλήρου συνελάμβανον, ὄπισθεν τὰς χεῖρας δεσμοῦντες ἥλους σιδηροῦς κατὰ μέσης τῆς κεφαλῆς αὐτῶν κατεπήγνυον· πολλούς τε ἁγίους ναοὺς τῷ πυρὶ παραδεδώκασι. χειμῶνος δὲ ἤδη ἐνισταμένου, καὶ τροφῆς ἀποροῦντες, τό τε ἐπελθὸν στράτευμα δεδιότες τάς τε ναυμαχοῦντας τριήρεις, ἐβου λεύσαντο τὰ οἰκεῖα καταλαβεῖν. καὶ δὴ λαθεῖν τὸν στόλον σπου δάζοντες, Σεπτεμβρίῳ μηνί, ιεʹ ἰνδικτιῶνος ἀντιπλεῦσαι ὡρμη κότες ἐπὶ τὰ Θρᾳκῷα μέρη παρὰ Θεοφάνους πατρικίου ὑπηντή θησαν· οὐ γὰρ ἔλαθον τὴν αὐτοῦ ἐγρηγορωτάτην καὶ γενναίαν ψυχήν. εὐθὺς οὖν δευτέρα ναυμαχία συνάπτεται, καὶ πλεῖστα πλοῖα ἐπόντωσεν καὶ πολλοὺς τούτων ἀπέκτεινεν ὁ εἰρημένος ἀνήρ. ὀλίγοι δὲ μετὰ τῶν πλοίων περισωθέντες καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντες ἀκτῇ νυκτὸς ἐπελθούσης ἔφυγον. Θεοφάνης δὲ ὁ πατρίκιος μετὰ νίκης λαμπρᾶς καὶ τῶν μεγίστων ὑπέστρεψεν τρο παίων, καὶ ἐντίμως καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ παρακοιμώ μενος ἐτιμήθη. 52. Ἐπεὶ δὲ ὁ ῥηθεὶς Ἰωάννης μάγιστρος ὁ Κροκόας ἄριστός τις ἐγένετο τὰ πολεμικά, πολλά τε καὶ μεγάλα ἀνέστησε τρό παια, καὶ τὰ Ῥωμαϊκὰ ἐπλάτυνεν ὅρια, πλείστας τε πόλεις ἐπόρ θησεν τῶν Ἀγαρηνῶν· διὰ δὲ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρε τῆς ἠβουλήθη ὁ βασιλεὺς Ῥωμανὸς εἰς τὸν ἑαυτοῦ ἔγγονον Ῥω 917 μανόν, τὸν ἐκ τοῦ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ, τὴν τούτου θυγατέρα ἀναλαβεῖν. φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑπο θέσεως παρὰ τῶν λοιπῶν βασιλέων κινηθέντος ἐκπίπτει τῆς ἀρχῆς, δομέστικος δὲ ἀντικαθίσταται ὁ πατρίκιος Πανθήριος, συγγενὴς ὢν τοῦ βασιλέως Ῥωμανοῦ. 53. Ἰνδικτιῶνος αʹ, Ἀπριλλίῳ μηνί, ἐπῆλθον πάλιν οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως. ὁ δὲ πατρίκιος Θεοφάνης ὁ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησε μετ' αὐτῶν, ὁμήρους τῶν ἐμφανῶν ἀναλαβόμενος· ἐξ οὗ καὶ συνέβη ἐπὶ χρό νοις εʹ τὴν εἰρήνην διαφυλαχθῆναι. 54. ∆ευτέρας δὲ ἰνδικτιῶνος ὁ βασιλεὺς Ῥωμανὸς Πασχά λιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογγιβαρδίας πρὸς τὸν ῥῆγα Φραγγίας Οὔγουνα ἐξαπέστειλε, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν εἰς νύμφην Ῥωμανῷ τῷ υἱῷ τοῦ γαμβροῦ αὐτοῦ Κωνσταντίνου· ἣν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πασχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶ νος γʹ. ζήσασα ἔτη εʹ ἐτελεύτησεν ἐν ταῖς ἡμέραις τῆς αὐτοκρα τορίας Κωνσταντίνου τοῦ αὐτῆς πενθεροῦ. 55. Ἀνέμου δὲ βιαίου σφόδρα καταπνεύσαντος ∆εκεμ 918 βρίῳ μηνί, οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οἳ ἀπεναν τίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτριψαν τά τε ὑπο κάτωθεν αὐτῶν βάθρα καὶ τὰ στηθέα λεγόμενα. χρόνου δὲ περι κυκλεύσαντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατήγαγον. 56. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χριστοῦ τίμιον ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ