Chronicon ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ.

 παλατίῳ προσ καλεῖται Νικηφόρον τὸν ἀοίδιμον πατριάρχην καὶ τοὺς σὺν αὐτῷ προύχοντας ἐπισκόπους τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου, καὶ φη σίν ἴστε

 σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθεὶς καὶ παραβλαστήσας ἀνδροφόνος καρπός, οὐκ οἶδ' ὅθεν Ῥωμαίων τοῦτο κατακριθὲν τὸ δεινὸν ἐκεκλήρωτο. ὃς ε

 καὶ ὁ μωρὸς μωρὰ λαλήσει. ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρ χων οὐκ ᾔδει πάντως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβίμ, ἅπερ ὁ ἱεροφάντης Μωϋσῆς θεοῦ προστετ

 σωζομένας ἱστορήσαμεν. 21 μάρτυς δὲ καὶ ἡ ὄψις, δι δάσκαλος ἀψευδής. τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις. ἔτι δὲ καὶ τῶ

 τοῦτο καὶ ἀποστολικὸν περιέποντες διατελοῦσι κήρυγμα· καὶ οὔ ποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστιανοί, τὸ ἔκθεσμον ἐκεῖνο καὶ παράνομον καὶ τῆς Χριστιανῶ

 {ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}

 λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ' ὡς ἡ θεία πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν. καὶ

 {ΒΑΣΙΛΕΙΑ ΘΕΟΦΙΛΟΥ.}

 δυσσεβείας καὶ παροινίας τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος καὶ ματαιόφρων. ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων

 τοῦτο; ὁ δὲ βασιλεὺς ὡς ἐλεγχθεὶς τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγεν, καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ' αὐτο

 ὡς ἄξιον ἦν, ὑπε δέξατο, μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμε νος, καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξά μενος. 14. Τού

 παρανομωτάτους, ἢ Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσσύριον; ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακία

 ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας δύο, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκι μάσαι αὐτόν, καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον. τοῦ δὲ

 πολλὰ λοιπὸν ἐξ ἀτοπίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες οὐκ ἐξαφῆκαν τὰς

 Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγα γόντες λαθραίως διέσωσαν πλησίον τὰ Ναρσοῦ, ἐν τῇ νῦν λεγο μένῃ τῆς Θεοφοβίας, καὶ τοῦτο ἐκεῖσε κατέθηκαν.

 μένη καὶ ἀνατρεπομένη καθ' ἑκάστην ἡμέραν. καὶ δὴ λοιπὸν αὐ τίκα διὰ βασιλικῆς ἐπιτροπῆς καὶ συνεργίας ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις καὶ

 Θεοφιλίτζης εἶπεν ὅτι, δέσποτα, 817 ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους, οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον. τοῦ δ

 ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα ἐγερθεὶς εἰσάγαγε εἰς τὸ εὐκτήριον

 Βάρδᾳ μὴ τύπτε τὸν λογοθέτην. οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατα κόπτουσιν εἰς τὸ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδει ξάμενοι. 13. Τοῦτο μα

 ἐπιρροαῖς κατασκευάσας ὡραιότατον πάνυ. καὶ τούτου τελεσθέντος, ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέ τρος λόγιος καὶ σκωπτικός, ὃν καὶ πτωχομάγιστρον ἐκάλουν

 αὐτοῦ μελε τῶντα. ὁ δὲ ταῦτα ὡς λῆρον ἤκουεν. ὁ δὲ Βασίλειος σπεύδων πληροφορῆσαι τὸν βασιλέα συμφιλιοῦται Συμβατίῳ πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου,

 ὑψηλῆς στὰς πέτρας, ἐφώνει μεγάλως τῷ βασιλεῖ καλὸν ταξεί διον ἐποίησας, ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών. οὐαί σοι, οὐα

 Πηγάνη θυμιατήριον ὀστράκινον μετὰ θεαφίου θυμιᾶν αὐτόν. καὶ ἀποτυφλοῦσι Συμβατίου τὸν ἕνα ὀφθαλμόν, καὶ ἐκκόπτουσι καὶ τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ ἐκ

 βασιλεύς. Ἰωάννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ. ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης ὁ Πέρσης τὸν Βασιλισκιανὸν

 καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ. 3. Ὁ δὲ βασιλεὺς προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων ἐν τῇ προελεύσει εἰς τὴν μεγάλην ἐκκλησίαν ἐβάπτισε

 πρὶν ἢ φθάσαι τὸν στό λον, τοῦ βασιλέως πολλὰ θρηνήσαντος καὶ ἀποδυραμένου. 12. Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατ ηγορηθέντος ὡς φιλουμ

 ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ ὅτι πολλάκις τοῦ πατρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινά, ἵνα τί μὴ δίδω

 τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελθόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀναγνόντες, τοῦτον τοῦ θρό νου κατήγαγον, καὶ περιώρισαν ἐν τῇ

 καταπολεμῆσαι Ἁγίωνα. καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. 9. Γέγονε δὲ ἔκλειψις ἡλίου, ὥσ

 τελευτήσαντος, ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους εἰσέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον

 δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάρρησεν αὐτῷ πάντα. ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βασιλέα εἶπεν αὐτῷ ὅτι, δέσποτά μου, θέλω σοι εἰπεῖν τι ἰδίως, ὅπε

 Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον συνεχω ρήθησαν, μοναχοὶ ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐ στάθιος εἰς τῶν Στουδίου. παρελήφθη δὲ καὶ Λῆμν

 ἔπειθεν, προσέφυγεν εἰς τὸ Σιριχᾶ εἰς τὸν τίμιον σταυρόν, προφασισάμενος ὡς διὰ πίστιν τοῦ σταυροῦ ἐληλύθει. καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ ∆ουκός,

 τοῦτο μαθὼν Ἀνδρόνικος, ἀπο γνούς, ἅμα συγγενέσιν αὐτοῦ καὶ τέκνοις αὐτοῦ καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Καβάλαν, εἰς τελείαν ἀπο στ

 Σαμωνᾶς εἰς τίνα ἐστὶν ἡ κάκωσις; ἔφη αὐτῷ ὁ μητροπολίτης εἰς σέ· καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς ιγʹ, ἔκτοτε οὐδὲν πείσῃ κακόν. τὸν δὲ βασιλέα εἶπεν

 ἐστό λισεν καὶ τοῖς ζῴδοις φωταγωγίαν γὰρ ἐποίησεν. διὰ τοῦτο ᾔρθη ἀπ' αὐτοῦ ἡ τοῦ θεοῦ χεὶρ ὡς τὴν τοῦ θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. 5. Ἱμερί

 ἔπεσον τῶν μερῶν, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ἐξάδ

 879 μηνίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς σὺν αὐτῷ μετ' ὀργῆς, τὰ τῆς ἰδίας ἐκκλησίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσ

 ἄλλοις ἐν τῇ τοῦ πολέμου 882 συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. 17. Ἀπεστάλη δὲ πότε καὶ Ῥωμανὸς πατρί

 ταῦτα γεγόνασι. 23 προσελά βετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς

 βασιλεοπάτωρ χρυ σοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκ

 προελεύσει προῆλθον. 2. Ἰουνίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἁπάντων ἑνωθέν 891 των, μητροπολιτ

 καὶ πολλοὶ ἕτεροι. μόλις οὖν διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρό μωνα. ἦλθε δὲ φεύγων ἔνοπλος μετὰ δρόμωνος καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσηλέ· καὶ μὴ ἰσχύσ

 στερίσκεται. Βάρδαν τὸν Βόϊλαν ἀπέκειραν μοναχόν, τοῦ βασι λέως οἰκτείραντος φίλον τυγχάνοντα. 15. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδρ

 ἀργυροασπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων πεφραγμένων σι 900 δήρῳ, οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέ

 Στέφανος ὁ Ἀμασείας μητροπολίτης εὐνοῦ χος ὑπάρχων. 903 26. Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορηθεὶς ὁ μυστικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασιλείας ἐφιέμ

 καὶ Μα ρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέ τρον τε καὶ Μαρίαν, καὶ

 τοῦ βασιλέως Ῥωμανοῦ υἱός, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντινουπόλεως. 38. Εἰκάδι δὲ πέμπτῃ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρ

 ἤδη εἰς γῆρας αὐτοῦ ἐληλακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νη πίων ὄντων. καὶ ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 43. Κατήγαγον δὲ

 ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι τελείαν εἰργάσαντο τὴν τροπήν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτ

 πολιορκουμένης στρα τεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόμενοι τὴν πολι

 μοναχόν. 1 ὑπελείφθη οὖν αὐτοκράτωρ Κων σταντῖνος ὁ τούτου γαμβρός· ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, χρόνῳ πολλῷ τὴν ἐν

{ΒΑΣΙΛΕΙΑ ΜΙΧΑΗΛ ΤΟΥ ΤΡΑΥΛΟΥ.}

Τῷ #22τιʹ ἀπὸ τοῦ κόσμου, ἀπὸ δὲ τῆς ἐνσάρκου οἰκονομίας ωιʹ, ἐβασίλευσε Μιχαὴλ ὁ τραυλὸς ὁ Ἀμοραῖος, ἔτη ηʹ μῆνας θʹ, καὶ 783 ἀπέθανεν ἐκ δυσουρίας καὶ τῆς τῶν νέφρων σφοδροτάτης ἀλγηδό νος· ὃς μικρόν τι τῆς προκατασχούσης κακίας ὑπενδούς, ὅσον τοὺς ἐν εἱρκταῖς καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέσεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευσίας. ὅθεν ἐπὶ σελεντίου ἔφη "οἱ μὲν πρὸ ἡμῶν ἐρευνη σάμενοι τῶν δογμάτων τὴν ἀκρίβειαν τὸν περὶ αὐτῶν εἰσπραχθή σονται λόγον, εἰ καλῶς ἢ κακῶς ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾧ εὕρο μεν τὴν ἐκκλησίαν βαδίζουσαν, ἐν τούτῳ καὶ διαμένειν προκρί νομεν." 2. Ἦν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος, ὃν καὶ ἔστεψεν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. ἐθέσπισε δὲ ὡς μὴ ἔχειν τινὰ ἐπ' ἀδείας κινεῖν λόγον περὶ εἰκόνων, ἀλλ' ἐκποδὼν γενέσθω καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ νῦν ἐπὶ Λέοντος γενομένη περὶ τῶν τοιούτων ζητημάτων, καὶ σιγὴ βαθεῖα τῆς τῶν εἰκόνων μνήμης γενέσθω. 784 3. Ἐφ' οὗ Θωμᾶς ὁ ἀντάρτης ἐκ τῶν ἀνατολικῶν μερῶν ἀπάρας ἤδη, καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον προσυλλεξάμενος καὶ ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησεν, τῆς βασιλείας παρ' ἀξίαν ἐφιέμενος· ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ὤν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κων σταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης. κἀντεῦθέν γέ τοι πολλοὺς τῶν βαρβάρων καὶ Χριστιανῶν ἀπατή σας, καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπῄει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθά περ τι θηρίον ἀλλόκοτον καὶ πολύμορφον ποικίλον τε καὶ πολυκέ φαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν ἀθροίσας καὶ οἷά τις ἄλλος Σεναχηρεὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ καθοπλισάμενος, ἐμεγαλαύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν, ὡς ἔοικε, νοήσας ὅτι οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ, καὶ ψυεδὴς ἵππος εἰς σωτηρίαν καὶ κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις οὐκ εἶχεν Ἐζεκίαν, εὐσεβῆ φημὶ καὶ ἐνάρετον βασιλέα, ἀλλ' οὐ παρεῖδεν ὁ τοῦ παντὸς πρύτανις 785 καὶ φιλάνθρωπος κύριος πολιορκουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ, ἀλλ' ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων ἔφη καὶ τότε "νῦν ἀναστήσομαι καὶ ὑπερασπιῶ τῆς πόλεώς μου καὶ τοῦ λαοῦ," οὐ δι' ἐμὲ καὶ διὰ ∆αβὶδ τὸν δοῦλόν μου, ὥσπερ τότε καὶ νῦν φησίν, ἀλλὰ δι' ἐμὲ καὶ διὰ τὸν ἐκ σπέρματος ∆αβὶδ φύντα υἱόν μου καὶ διὰ τὴν νέαν Ἱερουσαλήμ, ἣν ἐξελεξάμην. 4 καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαάβ, τοῦ Σύρου πολλὰς μυριάδας κατ' αὐτοῦ συνειληχότος καὶ βρενθυομένου καὶ λέγοντος "εἰ ἐκποιήσει Σαμαρία παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου," διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βα σιλέως ὁ φιλοικτίρμων θεὸς τὸ ὄνειδος, "ἰδοὺ" λέγων, "ἐγὼ δί δωμι αὐτὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος." ὅπερ καὶ γέγονεν, καὶ δὴ παραυτίκα δέδειχε καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν ∆αβὶδ ἀληθεύοντα "κύριος κραταιὸς καὶ δυνατός, κύριος δυνατὸς ἐν πολέμῳ·" τῆς γὰρ συμ πλοκῆς γενομένης δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν ὡς θεήλατος ἡ πληγή, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατέχωσε χιλιάδας εἰκοσιεπτά. 786 5. Ταύτην τοίνυν τὴν ἀλαζονείαν τοῦ Σύρου καὶ τοῦ Ἀσ συρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινού πολιν, μᾶλλον δὲ Θεούπολιν, ἐφ' ἕνα χρόνον ἐπόρθει, τῶν πολι τῶν ἀνδρείως παραταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούν των· τὰς γὰρ πλείστας αὐτῶν ναῦς ἐπυρπόλησαν, καὶ τοὺς λογά δας τῶν πολεμίων αὐτῶν ἐτροπώσαντο. ὁ δὲ ἀμηχανίᾳ ληφθείς, τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει, ταύτην ληϊζόμενος.