2
κολάζων ὁ τύραννος, καὶ ἀπέλθωσί τινες αὐτῶν ἀστεφάνωτοι, καὶ διαζευχθῶσι τῶν ἀδελφῶν ἄκοντες, καὶ τὴν κακὴν νίκην νικήσωσι τὸ μὴ παθεῖν κινδυνεύσαντες.
∆ʹ. Μήτηρ ἐκεῖ νεανικὴ καὶ γενναία, φιλόπαις ὁμοῦ καὶ φιλόθεος, καὶ τὰ μητρῷα σπλάγχνα σπαρασσομένη παρὰ τὸ εἰκὸς τῆς φύσεως. Οὐ γὰρ πάσχοντας ἠλέει τοὺς παῖδας, ἀλλ' ἠγωνία τὸ μὴ παθεῖν· οὐδὲ τοὺς ἀπελθόντας ἐπόθει μᾶλλον, ἢ προστεθῆναι τοὺς ὑπολειφθέντας ηὔχετο· καὶ τούτων ἦν αὐτῇ πλείων ὁ λόγος, ἢ τῶν μεταστάντων. Τῶν μὲν γὰρ ἀμφίβολος ἡ πάλη, τῶν δὲ ἀσφαλὴς ἡ κατάλυσις· καὶ τοὺς μὲν ἤδη Θεῷ παρετίθετο, τοὺς δὲ ὅπως λά βῃ Θεὸς ἐφρόντιζεν. Ὢ ψυχῆς ἀνδρείας ἐν γυναικείῳ τῷ σώματι! ὢ θαυμασίας ἐπιδόσεως καὶ μεγαλοψύ χου! ὢ τῆς Ἀβραμιαίου θυσίας ἐκείνης εἰ μή τι τολμητέον, καὶ μεῖζον! Ὁ μὲν γὰρ ἕνα προσάγει προθύμως, εἰ καὶ τὸν μονογενῆ, καὶ τὸν ἐκ τῆς ἐπαγγελίας, καὶ εἰς ὃν ἡ ἐπαγγελία· καὶ τὸ μεῖζον, ὅτι μὴ τοῦ γένους μόνον, ἀλλὰ καὶ τῶν τοι ούτων θυμάτων, ἀπαρχὴ καὶ ῥίζα καθίσταται· ἡ δὲ δῆμον ὅλων παίδων καθιέρωσε τῷ Θεῷ, νικήσασα καὶ μητέρας, καὶ ἱερέας, τοῖς θύμασι προθύ μοις εἰς σφαγὴν, ὁλοκαυτώμασι λογικοῖς, ἱερείοις ἐπειγομένοις· ἣ μαστοὺς παρεδείκνυ, καὶ ἀνα τροφῆς ὑπεμίμνησκε, καὶ προέτεινε τὴν πολιὰν, καὶ 35.917 τὸ γῆρας ἀνθ' ἱκετηρίας προὐβάλλετο· οὐ σωτηρίαν ζητοῦσα, τὸ δὲ παθεῖν ἐπείγουσα, καὶ κίνδυνον ἡγουμένη τὴν ἀναβολὴν, οὐ τὸν θάνατον· ἣν οὐ δὲν ἔκαμψεν, οὐδὲ ἐμαλάκισεν, οὐδὲ ἀτολμοτέραν ἐποίησεν· οὐκ ἀρθρέμβολα προτεινόμενα, οὐ τροχοὶ προβαλλόμενοι, οὐ τροχαντῆρες, οὐ καταπέλται, οὐκ ἀκμαὶ σιδηρῶν ὀνύχων, οὐ ξίφη θηγόμε να, οὐ λέβητες ζέοντες, οὐ πῦρ ἐγειρόμενον, οὐ τύραννος ἀπειλῶν, οὐ δῆμος, οὐ δορυφόρος κατεπείγων, οὐ γένος ὁρώμενον, οὐ μέλη διασπώμενα, οὐ σάρκες ξαινόμεναι, οὐχ αἵματος ὀχετοὶ ῥέοντες, οὐ νεότης δαπανωμένη, οὐ τὰ παρόντα δεινὰ, οὐ τὰ προσδοκώμενα χαλεπά· καὶ ὃ τοῖς ἄλλοις βαρύ τατόν ἐστιν ἐν τοῖς τοιούτοις, ἡ τοῦ κινδύνου παρέκτασις, τοῦτο ἐκείνῃ τὸ κουφότατον ἦν· ἐνετρύ φα γὰρ τῷ θεάματι· καὶ γάρ πως καὶ τριβὴν ἐνεποίει τοῖς πάθεσιν, οὐ τὸ ποικίλον τῶν προσαγομένων βασάνων μόνον, ὧν πασῶν, ὡς οὐδὲ εἷς μιᾶς, κατεφρόνουν· ἀλλὰ καὶ οἱ τοῦ διώκτου λόγοι πολυειδεῖς ὄν τες, ὑβρίζοντος, ἀπειλοῦντος, θωπεύοντος· τί γὰρ οὐ κινοῦντος πρὸς τὸ τυχεῖν ὧν ἤλπιζε;
Εʹ. Καὶ μέντοι καὶ τῶν παίδων αἱ πρὸς τὸν τύραν νον ἀποκρίσεις, τοσοῦτον ἔχουσαι τὸ σοφὸν ὁμοῦ καὶ γενναῖον, ὥστε μικρὰ μὲν εἶναι πρὸς τὴν ἐκεί νων καρτερίαν ἅπαντα τὰ τῶν ἄλλων καλὰ εἰς ἓν συναχθέντα· μικρὰν δὲ τὴν καρτερίαν πρὸς τὴν ἐκείνων ἐν λόγοις σύνεσιν· καὶ τῶν αὐτῶν εἶναι μόνων, πάσχειν τε οὕτω καὶ φιλοσοφεῖν ἐν ταῖς ἀποκρίσεσι πρὸς τὰς τοῦ διώκοντος ἀπειλὰς, καὶ τοὺς προτεινομένους φόβους, ὧν οὐδενὸς ἡττῶντο οἱ γενναῖοι παῖδες, καὶ ἡ γενναιοτέρα τεκοῦσα· πάντων δὲ ἑαυτὴν ὑπεράνω θεῖσα, καὶ τῷ φίλτρῳ τὸν θυμὸν μίξασα, καλὸν ἐντάφιον δίδω σι τοῖς παισὶν ἑαυτὴν, ἐπαπελθοῦσα τοῖς προαπελθοῦ σι· καὶ τοῦτο πῶς; ἑκουσίως ἐπὶ τοὺς κινδύνους χω ρήσασα· καὶ μεθ' οἵων τῶν ἐπιταφίων; Καλοὶ μὲν γὰρ καὶ οἱ τῶν παίδων πρὸς τὸν τύραννον λόγοι, καὶ καλῶν κάλλιστοι· πῶς γὰρ οὔ; μεθ' ὧν παρετάξαντο, καὶ οἷς τὸν τύραννον ἔβαλον· καλλίους δὲ 35.920 καὶ οἱ τῆς μητρὸς, καὶ παρακλητικοὶ πρότερον, καὶ ὕστερον ἐπιτάφιοι. Τίνες οὖν οἱ τῶν παίδων λόγοι; Καλὸν γὰρ ἀπομνημονεῦσαι καὶ τούτων ὑμῖν, ἵν' ἔχητε τύπον, ὥσπερ ἀθλήσεως, οὕτω καὶ λόγων μαρ τυρικῶν ἐν τοῖς τοιούτοις καιροῖς. Ἄλλου μὲν ἄλλοι, καὶ ὡς ἕκαστον οἱ τοῦ διώκοντος λόγοι, ἢ τῶν κινδύ νων ἡ τάξις, ἢ τῆς ψυχῆς τὸ φιλότιμον ὥπλιζεν· ὡς δ' οὖν τύπῳ περιλαβεῖν, ἦσαν τοιοῦτοι· «Ἡμῖν, Ἀντίοχε, καὶ πάντες οἱ περιεστηκότες, εἷς μὲν βασι λεὺς ὁ Θεὸς, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπι στρέψομεν. Εἷς δὲ νομοθέτης ὁ Μωϋσῆς, ὃν οὐ προδώ σομεν, οὐδὲ καθυβρίσομεν· οὐ μὰ τοὺς ὑπὲρ ἀρε τῆς τοῦ ἀνδρὸς κινδύνους, καὶ τὰ πολλὰ