1

 2

 3

 4

 5

 6

 7

2

ταῦτα, καὶ μηρὸς, ὠδίνων ἀτελὲς κύημα, ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον· καὶ Θεὸς ἀνδρόγυνος, καὶ χορὸς μεθυόν των, καὶ στρατὸς ἔκλυτος, καὶ Θηβαίων ἄνοια τοῦ τον τιμῶσα, καὶ Σεμέλης κεραυνὸς προσκυνούμενος. Οὐδὲ Ἀφροδίτης πορνικὰ μυστήρια, τῆς αἰσχρῶς, ὡς αὐτοὶ λέγουσι, καὶ γεννωμένης καὶ τιμωμένης. Οὐδὲ Φαλλοί τινες καὶ Ἰθύφαλλοι, αἰσχροὶ καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασιν· οὐδὲ Ταύρων ξενο κτονίαι, καὶ Λακωνικῶν ἐφήβων ἐπιβώμιον αἷμα, 36.340 ξαινομένων ταῖς μάστιξι, καὶ τοῦτο μόνον κακῶς ἀνδριζομένων οἷς τιμᾶται θεὰ, καὶ ταῦτα παρθένος. Οἱ γὰρ αὐτοὶ, καὶ μαλακίαν ἐτίμησαν, καὶ θρασύτητα ἐσεβάσθησαν.

Εʹ. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν, πεινῶντας θεοὺς ἑστιῶσαν, καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον; ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα, καὶ Τροφωνίου κατὰ γῆς παί γνια καὶ μαντεύματα, ἢ ∆ωδωναίας δρυὸς ληρή ματα, ἢ τρίποδος ∆ελφικοῦ σοφίσματα, ἢ Κασταλίας μαντικὸν πόμα; Τοῦτο μόνον οὐ μαντευσά μενα, τὴν ἑαυτῶν σιωπήν. Οὐδὲ Μάγων θυτικὴ, καὶ πρόγνωσις ἔντομος· καὶ Χαλδαίων ἀστρονο μία καὶ γενεθλιαλογία, τῇ τῶν οὐρανίων κινήσει συμ φέρουσα τὰ ἡμέτερα, τῶν μηδὲ ἑαυτοὺς ὅ τί πο τε εἰσὶν, ἢ ἔσονται, γνῶναι δυναμένων· οὐδὲ Θρᾳκῶν ὄργια ταῦτα, παρ' ὧν καὶ τὸ θρησκεύειν, ὡς λόγος· οὐδὲ Ὀρφέως τελεταὶ καὶ μυστήρια, ὃν τοσοῦτον Ἕλληνες ἐπὶ σοφίᾳ ἐθαύμασαν, ὥστε καὶ λύραν αὐ τῷ ποιοῦσι, πάντα τοῖς κρούμασιν ἔλκουσαν· οὐδὲ Μίθρου κόλασις ἔνδικος. κατὰ τῶν μυεῖσθαι τὰ τοιαῦτα ἀνεχομένων· οὐδὲ Ὀσίριδος σπαραγμοὶ, ἄλλη συμφορὰ τιμωμένη παρ' Αἰγυπτίοις· οὐδὲ Ἴσιδος ἀτυχήματα, καὶ τράγοι Μενδησίων αἰδεσιμώτε ροι, καὶ Ἄπιδος φάτνη, μόσχου κατατρυφῶντος τῆς Μεμφιτῶν εὐηθείας· οὐδ' ὅσα τὸν Νεῖλον ταῖς τι μαῖς καθυβρίζουσι, τὸν καρποδότην, ὡς ἀνυμνοῦσιν αὐτοὶ, καὶ εὔσταχυν, καὶ μετροῦντα τὴν εὐδαιμο νίαν τοῖς πήχεσιν.

ςʹ. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον· ὧν καθ' ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις, καὶ κοινὸν τὸ τῆς 36.341 κακοδαιμονίας ἐφ' ἅπασιν· ὡς εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως, καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν, εἰς εἴδωλα κατενεχθέντας καὶ τέχνης ἔργα, καὶ χειρῶν πλάσματα, μὴ ἂν ἄλλο τι κατ' αὐτῶν εὔξασθαι τούς γε νοῦν ἔχοντας, ἢ τοιαῦτα σεβασθῆναι, καὶ οὕτω τι μῆσαι, ἵνα τὴν ἀντιμισθίαν, ἣν ἔδει τῆς πλάνης, ὥς φησι Παῦλος, ἀπολαμβάνωσιν, ἐν οἷς σέβονται· οὐ μᾶλλον τιμῶντες, ἢ δι' ἐκείνων ἀτιμαζόμενοι. Βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς εὐτελείας τῶν προσκυνουμένων καὶ σεβομένων, ἵνα καὶ αὐ τῶν τῶν τιμωμένων ὦσιν ἀναισθητότεροι, τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ, ὅσον εὐτελείᾳ τὰ προσκυνούμενα.

Ζʹ. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ δαίμονες, παρ' ὧν ἐκείνοις ἡ ἄνοια, τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων, καὶ ἄλλους ἄλλως κατατεμνόντων εἰς αἰσχρὰς δόξας καὶ φαντασίας, ἀφ' οὗ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς, τῷ ξύλῳ τῆς γνώσεως οὐ κατὰ καιρὸν, οὐδ' ἐπιτηδείως μετα ληφθείσης, ὡς ἀσθενεστέρους ἤδη κατέδραμον, τὸν ἡγεμόνα νοῦν συναρπάσαντες, καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες. Οὐ γὰρ ἔφερον, φύσις ὄντες φθονερὰ καὶ μισάνθρωπος, μᾶλλον δὲ διὰ τὴν ἑαυτῶν κακίαν γενόμενοι, τοὺς κάτω τῶν ἄνω τυχεῖν, αὐτοὶ πεσόντες ἐπὶ γῆς ἄνωθεν, οὐδὲ τοσαύτην μετάστασιν γενέσθαι τῆς δόξης, καὶ τῶν πρώτων φύσεων. Τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος· διὰ τοῦτο ἡ εἰκὼν τοῦ Θεοῦ καθυβρίσθη· καὶ καθὼς οὐκ ἐδοκιμάσαμεν φυλάξαι τὴν ἐντολὴν, παρεδόθημεν τῇ αὐτονομίᾳ τῆς πλάνης· καὶ καθὼς ἐπλανήθημεν, ἠτιμάσθημεν ἐν οἷς ἐσεβάσθημεν. Οὐ γὰρ τοῦτο μόνον δεινὸν, τὸ πεποιημένους ἐπ' ἀγαθοῖς ἔργοις, εἰς δόξαν καὶ ἔπαινον τοῦ πεποιηκότος, καὶ Θεοῦ μίμησιν, ὅσον ἐφικτὸν, ὁρμητήριον γενέσθαι παντοίων παθῶν, βο σκομένων κακῶς καὶ δαπανώντων τὸν ἐντὸς ἄνθρω πον· ἀλλὰ τὸ καὶ θεοὺς στήσασθαι συν ηγόρους τοῖς πάθεσιν, ἵνα μὴ μόνον