1

 2

 3

 4

 5

 6

2

ἄχρηστα καὶ ἀνόνητα, κἂν σφόδρα καρτερῶς ὑποβληθῶσιν, ἂν μὴ τὰ ἑξῆς αὐτοῖς ἐπιστημόνως ἐποικοδομηθῇ, οὕτως καὶ τῆς ἐγκρατείας ταύτης οὐδὲν ὄφελος, ἂν μὴ τὴν ἄλλην δικαιοσύνην προσφυῆ καὶ ἀκόλουθον δέξηται. φόβος θεοῦ διδασκέτω τὴν γλῶτταν φθέγγεσθαι ἃ προσῆκεν, μὴ λαλεῖν τὰ μά ταια, εἰδέναι καιροὺς καὶ μέτρα, καὶ λόγον ἀναγκαῖον καὶ 9.96 ἀπόκρισιν εὔστοχον· λαλεῖν εὐρύθμως, μὴ χαλαζοῦν τοὺς ἐντυγχάνοντας τῇ σφοδρότητι. διὰ τοῦτο γὰρ καὶ ὁ λεπτό τατος ἐκεῖνος ὑμὴν ὁ ὑποδεσμῶν αὐτὴν τῇ κάτω γένυι χαλινὸς λέγεται, ἵνα μὴ ἄτακτα καὶ ἀνοικονόμητα φθέγγηται. εὐλογείτω καὶ μὴ λοιδορείτω· ψαλλέτω καὶ μὴ βλασφημείτω· εὐφημείτω καὶ μὴ καταλαλείτω· ἡ χεὶρ ἡ προπετὴς τῇ μνήμῃ τοῦ θεοῦ ὡς ἁλύσει δεσμείσθω. διὰ τοῦτο νηστεύομεν, ἐπειδὴ τὸν ἀμνὸν τὸν ἡμέτερον λοιδορίαι καὶ ῥαπίσματα πρὸ τῶν ἥλων καθύβρισαν. μὴ τοίνυν τὸν Ἰουδαϊκὸν τρόπον ζηλώσωμεν οἱ τοῦ Χριστοῦ μαθηταί. ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, λέξει ἡμῖν Ἠσαΐας· Ἵνα τί εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν; παρὰ τοῦ αὐτοῦ προφήτου διδάχθητι καὶ τὰ τῆς ἀδόλου καὶ καθαρᾶς νηστείας ἐνεργήματα· Λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλίας βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου. Πολλὴν δὲ ἡμῖν ἀφθονίαν τῶν γυμνῶν καὶ τῶν ἀστέγων ὁ νῦν ἤνεγκε χρόνος· πλῆθος γὰρ αἰχμαλώτων πρὸς ταῖς θύραις ἑκάστου. καὶ ὁ ξένος καὶ μετανάστης οὐ λείπει καὶ τὴν ζητοῦσαν χεῖρα πανταχοῦ τεταμένην ἔστιν ἰδεῖν. τούτοις οἶκος μὲν ὁ ὕπαιθρος ἀήρ, καταγώγια δὲ στοαὶ καὶ ἄμφοδα καὶ τὰ τῆς ἀγορᾶς ἐρημότερα. κατὰ δὲ τοὺς νυκτικόρακας καὶ τὰς γλαῦκας ταῖς ὀπαῖς ἐμφωλεύουσιν. ἐσθὴς αὐτοῖς τὰ περικεκεντημένα ῥάκια· γεωργία τῶν ἐλεούντων ἡ γνώμη· 9.97 τροφή, ἥτις ἂν ἐκ τοῦ προστυχόντος ἐμπέσῃ· ποτὸν ὡς τοῖς ἀλόγοις αἱ κρῆναι· ποτήριον τῶν χειρῶν ἡ κοιλότης· ταμιεῖον ὁ κόλπος καὶ οὗτος ἂν μὴ διερρυηκὼς ᾖ, ἀλλὰ στέγων τὰ ἐμβαλλόμενα· τράπεζα ἡ τῶν γονάτων συνέρεισις· κλίνη τὸ ἔδαφος· λουτρὸν ποταμὸς ἢ λίμνη, ὃ ὁ θεὸς κοινὸν πᾶσι καὶ ἀκατάσκευον ἔδωκεν. ἀλητικὸς αὐτοῖς ὁ βίος καὶ ἄγριος, οὐ τοιοῦτος ὢν ἐξ ἀρχῆς, ἀλλ' ἐκ τῆς συμφορᾶς καὶ τῆς ἀνάγκης γενόμενος. Τούτοις ὁ νηστευτὴς ἐπάρκεσον. περὶ τοὺς ἀτυχοῦντας τῶν ἀδελφῶν γενοῦ φιλότιμος. ὃ τῆς σῆς ὑφεῖλες γαστρός, τῷ πεινῶντι πρόσθες. γενέσθω ὁ τοῦ θεοῦ φόβος δίκαιος ἐπανισωτής. θεράπευσον ἐγκρατείᾳ σώφρονι δύο πάθη ἐναντία ἀλλήλοις, τὸν σὸν κόρον καὶ τοῦ ἀδελφοῦ τὸν λιμόν. οὕτως γὰρ ποιοῦσι καὶ οἱ ἰατροί· τοὺς μὲν κενοῦσι, τοὺς δὲ πληροῦσι, ἵνα τῇ προσθήκῃ καὶ ὑφαιρέσει ἡ περὶ ἕκαστον οἰκονομηθῇ ὑγίεια. πείσθητε καλῇ παραινέσει· ἀνοιξάτω ὁ λόγος τῶν εὐπόρων τὰς θύρας· εἰσαγαγέτω ἡ συμβουλὴ τὸν πένητα πρὸς τὸν ἔχοντα· μὴ διάλεξις πλουτισάτω τοὺς στένοντας· δότω αὐτοῖς καὶ οἰκίαν καὶ κλίνην καὶ τράπεζαν ὁ τοῦ θεοῦ λόγος ὁ προαιώνιος διὰ λόγου οἰκετικοῦ· γεώργησον τὰ πρὸς τὴν χρείαν τοῖς σοῖς κτήμασιν.

Πρὸς τούτοις ἄλλοι πτωχοὶ πολλοὶ ἀσθενοῦντες καὶ κατακείμενοι. ἕκαστος περιεργαζέσθω τοὺς γείτονας. μὴ ἀφῇς παρ' ἄλλου θεραπευθῆναι τὸν ἐγγύς σου· μὴ λάβῃ ἄλλος τὸν θησαυρὸν τὸν σοὶ παρακείμενον· περίπτυξαι τὸν κακούμενον ὡς χρυσόν· ἐναγκάλισαι τὸν κεκακωμένον ὡς σὴν ὑγίειαν, ὡς σωτηρίαν γυναικός, τέκνων, οἰκετῶν καὶ πάσης 9.98 τῆς οἰκίας. ὁ πένης καὶ ἄρρωστος διπλοῦς ἐστι πτωχός· οἱ μὲν γὰρ ὑγιαίνοντες ἄποροι καὶ θύραν ἐκ θύρας ἀμείβουσι καὶ βαδίζουσι πρὸς τοὺς ἔχοντας καὶ ταῖς τριόδοις ἐπικαθή μενοι πάντας ἀνακαλοῦσι τοὺς διοδεύοντας, οἱ δὲ παρὰ τῆς νόσου πεπεδημένοι, ἐγκαθειργμένοι δὲ τοῖς στενοῖς καταλύ μασι καὶ ταῖς στεναῖς γωνίαις, ὡς ὁ ∆ανιὴλ τῷ λάκκῳ, σὲ τὸν εὐλαβῆ καὶ φιλόπτωχον ὡς τὸν Ἀμβακοὺμ ἀναμένουσιν. γενοῦ δὲ τοῦ προφήτου δι' ἐλεημοσύνης ἑταῖρος· ταχὺς τροφεὺς καὶ ἄοκνος τῷ δεομένῳ παράστηθι. οὐκ ἔστι ζημία ἡ δόσις· μὴ φοβηθῇς· πολύχους βλαστάνει ὁ τῆς ἐλεημοσύνης καρπός. σπεῖρον