1

 2

 3

 4

 5

 6

4

καὶ παρέλθῃ τὸ χλοαινόμενον, τὰς νεφέλας ἀποσκεδάζων τοῦ οὐρανοῦ παντὸς τότε προκαλύμματος γυμνὸν αὐτοῖς ἐφίστησι τὸν ἥλιον θερμὴν καὶ ἔμπυρον διατείνοντα τὴν ἀκτῖνα, ἵν' ὡραῖοι γένωνται πρὸς τομὴν οἱ ἀστάχυες. τρέφει καὶ ἄμπελον ταῖς ὥραις τῷ διψῶντι τὸ ποτὸν εὐτρεπί ζων καὶ ἀγέλας ἡμῖν τρέφει διαφόρων γενῶν, ἵν' ὑπάρχῃ τοῖς ἀνθρώποις ἄφθονον ὄψον· καὶ τῶν μὲν αἱ δοραὶ ἔριον γεωργοῦσαι τὴν σκέπην παρέχουσι, τῶν δὲ τὰ ὑποδήματα ἡμῖν ἀπεργάζονται. ὁρᾷς ὅτι πρῶτος τῆς εὐποιίας εὑρετὴς ὁ θεός, οὕτω τρέφων τὸν πεινῶντα καὶ ποτίζων τὸν διψῶντα καὶ ἀμφιεννὺς τὸν γυμνόν, ὡς προείρηται.

Εἰ δὲ θέλεις ἀκοῦσαι πῶς καὶ θεραπεύει τὸν κεκακωμένον, μάνθανε· τίς ἐδίδαξε τὴν μέλισσαν ἐργάζεσθαι τὸν κηρὸν καὶ σὺν ἐκείνῳ τὸ μέλι; τίς τὴν πίτυν καὶ τὴν τερέβινθον καὶ τῆς μαστίχης τὸ δένδρον τὸν λιπαρὸν ἐκεῖνον χυμὸν ἀποστάζειν ἐποίησεν; τίς τὴν Ἰνδῶν χώραν ἐδημιούργησε ξηρῶν καρπῶν καὶ εὐωδῶν μητέρα; τίς τὴν ἐλαίαν ἔφυσε 9.102 πόνων σωματικῶν καὶ ἀλγηδόνων ἐπίκουρον; τίς ἔδωκεν ἡμῖν ῥιζῶν καὶ βοτανῶν διάγνωσιν καὶ τῶν ἐν αὐταῖς ποιοτήτων τὴν μάθησιν; τίς τὴν ποιητικὴν ὑγιείας ἰατρικὴν συνεστήσατο; τίς ἀνῆκεν ἐκ τῆς γῆς θερμῶν ὑδάτων πηγάς, τὰς μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν ἡμῶν ἰωμένας, τὰς δὲ τὸ ξηρὸν ἢ πεπυκνωμένον λυούσας; καὶ προσῆκεν εὐκαίρως εἰπεῖν κατὰ τὸν Βαρούχ· Οὗτος ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ. διὰ τοῦτο τέχναι ἔμπυροι καὶ πυρὸς χωρὶς καὶ ἄλλαι ἔνυδροι καὶ μυρίαι τῶν ἐπιτηδευμάτων εὑρέσεις, ἵνα ταῖς τοῦ βίου χρείαις ἀνενδεὴς ἡ διακονία τελῆται· καὶ ὁ μὲν θεὸς οὕτως, ὁ πρῶτος τῆς εὐποιίας εὑρετὴς καὶ τῶν ἡμῖν ἀναγκαίων πλούσιος ὁμοῦ καὶ συμπαθὴς χορηγός. Ἡμεῖς δὲ οἱ καθ' ἕκαστον γράμμα τῆς γραφῆς παιδευόμενοι ζηλοῦν τὸν ἑαυτῶν κύριον καὶ δημιουργόν, καθ' ὅσον τῷ θνητῷ ἡ τοῦ μακαρίου καὶ ἀθανάτου μίμησις ἐφικτή, πάντα παρασύρομεν πρὸς τὴν οἰκείαν ἀπόλαυσιν καὶ τὰ μὲν τῇ ἑαυτῶν ἀποκληροῦμεν ζωῇ, τὰ δὲ κληρονόμοις ταμιευόμεθα· τῶν δὲ δυσπραγούντων λόγος οὐδεὶς οὐδὲ τῶν πενομένων ἀγαθὴ μέριμνα. ὢ τῆς ἀνηλεοῦς γνώμης. ἄνθρωπος ἄνθρωπον ὁρᾷ ἄρτου πενόμενον καὶ τὴν ἀναγκαίαν ζωπύρησιν τῆς τροφῆς οὐκ ἔχοντα. οὐκ ἐπαρκεῖ δὲ προθύμως καὶ ὀρέγει τὴν σωτηρίαν, ἀλλὰ περιορᾷ οἷόν τι φυτὸν εὐθαλὲς ὑδάτων ἀπορίᾳ ἐλεεινῶς ξηραινόμενον, καὶ ταῦτα πλημμυροῦσαν ἔχων τὴν ἀφθονίαν καὶ πολλοῖς ἐποχετεύειν δυνάμενος τὴν ἀπὸ τῶν ὑπαρχόντων παραμυθίαν. ὡς γὰρ μιᾶς πηγῆς ἐπιρροὴ 9.103 πολλὰς πεδιάδας ἀνηπλωμένας πιαίνει, οὕτως καὶ μιᾶς οἰκίας εὐπορία δήμους πενήτων ἐξαρκεῖ διασώσασθαι, μόνον ἐὰν μὴ γνώμῃ φειδωλὸς καὶ ἀκοινώνητος ὡς λίθος ἐμπεσοῦσα τῇ διεξόδῳ τὴν ἐπιρροὴν ἀνακρούσηται. Μὴ τὰ πάντα τῇ σαρκί· ζήσωμέν τι καὶ τῷ θεῷ. τρυφὴ μὲν γὰρ ἐπεισελθοῦσα δι' ἀπολαυσέως ὀλίγον τῆς σαρκὸς μόριον θεραπεύει, τὴν φάρυγγα· τῇ γαστρὶ δὲ τὰς ὕλας ἐνσήψασα τέλος ἔχει τὸν ἀφεδρῶνα. ἔλεος δὲ καὶ εὐποιία θεῷ τέ εἰσι πράγματα φίλα καί, ᾧπερ ἂν ἐνοικήσωσιν ἀνθρώπῳ, θεοῦσιν αὐτὸν καὶ πρὸς μίμησιν ἀποτυποῦσι τοῦ ἀγαθοῦ, ἵν' ὑπάρχῃ εἰκὼν τῆς πρώτης καὶ ἀκηράτου καὶ πάντα νοῦν ὑπερβαινούσης οὐσίας. τῆς δὲ σπουδῆς τὸ πέρας ὁποῖον ἐγγυῶνται; ἐνταῦθα μὲν καλὴν ἐλπίδα καὶ προσδοκίαν εὐφραίνουσαν, ἐν δὲ τοῖς ἔπειτα, ὅταν τὴν ῥέουσαν ταύτην ἀποσκευασάμενοι σάρκα τὴν ἀφθαρσίαν μετενδυσώμεθα, μακαρίαν ζωήν, ἄληκτον καὶ ἀνώλεθρον, ἐν θαυμασταῖς τισι καὶ νῦν οὐ γινωσκομέναις ἡμῖν εὐπαθείαις εὐτρεπισμένην.

Οὐκοῦν οἱ λογικοὶ κτισθέντες καὶ τὸν νοῦν ἔχοντες τῶν θείων ἑρμηνέα καὶ παιδευτὴν μὴ τοῖς προσκαίροις δελεασθῆτε. κτήσασθε δὲ τὰ μηδέποτε καταλιμπάνοντα τὸν κτησάμενον· ὁρίσατε μέτρα τῇ χρήσει τοῦ βίου. μὴ πάντα ἡμέτερα, ἀλλὰ μέρος ἔστω καὶ τῶν πενήτων τῶν ἀγαπητῶν τοῦ θεοῦ· πάντα γὰρ τοῦ θεοῦ, τοῦ κοινοῦ πατρός· ἡμεῖς δὲ ἀδελφοὶ ὡς ὁμόφυλοι· ἀδελφοὺς δὲ τὸ μὲν