1

 2

 3

 4

 5

 6

5

ἄριστον καὶ δικαιότερον κατ' ἰσομοιρίαν μεταλαγχάνειν τοῦ κλήρου· ἐν δὲ τάξει δευτέρᾳ, κἂν τὸ πλέον εἷς ἢ δεύτερος σφετερίσηται, τὸ γοῦν 9.104 μέρος κερδανέτωσαν οἱ λειπόμενοι. εἰ δέ τις καθόλου κύριος εἶναι τῶν πάντων ἐθέλοι καὶ αὐτῆς τῆς τρίτης ἢ πέμπτης μοίρας ἐξείργων τοὺς ἀδελφούς, οὗτος πικρὸς τύραννος, βάρβαρος ἀδιάλλακτος, θηρίον ἄπληστον, μόνον ἡδέως περιχαίνων τῇ θοίνῃ, μᾶλλον δὲ καὶ αὐτῶν ἀγριώτερος τῶν θηρίων· εἴγε λύκος μὲν τὸν λύκον εἰς βορὰν παραδέχεται καὶ κύνες ἐν ταὐτῷ πολλοὶ ἓν σπαράττουσι σῶμα· ὁ δέ, ἄπλη στος, οὐδένα τῶν ὁμοφύλων εἰς τὴν μετουσίαν παραλαμβάνει τοῦ πλούτου. ἀρκεῖ σοι ἡ σύμμετρος τράπεζα. μὴ πρὸς τὸ πέλαγος τῆς ἀκολάστου πανδαισίας ἐκπέσῃς· χαλεπὸν γὰρ τὸ ἐπ' ἐκείνης ναυάγιον, οὐ πέτραις περιρρηγνύον ὑφάλοις, ἀλλ' εἰς τὸ σκότος ἐξωθοῦν τὸ βαθύτατον, ὅθεν οὔποτε ὁ ἐμπεσὼν ἐκβήσεται. Χρῆσαι, μὴ παραχρήσῃ· τοῦτο γάρ σε καὶ Παῦλος ἐδίδαξεν. ἄνες σαυτὸν ἀπολαύσει μεμετρημένῃ· μὴ βακχεύσῃς ταῖς ἡδοναῖς· μὴ πάντων ἁπλῶς ζῴων ὄλεθρος ἔσο, τετραπό δων μεγάλων, τετραπόδων μικρῶν, ὀρνίθων, ἰχθύων, τῶν εὐπορίστων, τῶν σπανίων, τῶν εὐώνων, τῶν πολυτίμων· μὴ πολλῶν θηρευτῶν ἱδρῶτι μίαν πλήρου γαστέρα, ὥσπερ τι φρέαρ βαθύτατον πολυχειρίᾳ τῶν χωννύντων μὴ γεμιζό μενον. διὰ τοὺς τρυφῶντας οὐδὲ ὁ βυθὸς τῆς θαλάσσης ἀνενόχλητος μένει οὐδὲ οἱ τῷ ὕδατι ἐννηχόμενοι ἰχθύες μόνον ἀγρεύονται, ἀλλὰ καὶ ὅσα ἅλια ζῷα τῇ ὑποστάθμῃ τῶν ὑδάτων ἐμφέρεται, καὶ ταῦτα πρὸς τὴν ἤπειρον καὶ τὸν ἀέρα τοῦτον ἐξέλκεται. οὕτως τὰ γένη τῶν ὀστρέων οὐκ ἔλαθε 9.105 καὶ ὁ ἐχῖνος ἀγρεύεται καὶ ἡ σηπία ἕρπουσα σαγηνεύεται καὶ ὁ πολύπους ταῖς πέτραις προσπεφυκὼς ἀποσπᾶται καὶ οἱ κοχλίαι τῶν κατωτάτων βυθῶν ἀποσύρονται καὶ πάντα γένη ζῴων, ὅσα τοῖς τῆς ἐπιφανείας κύμασιν ἐπινήχεται καὶ ὅσα τὸν πυθμένα τῆς θαλάσσης ἔλαχε κατοικεῖν, πρὸς τὸν ἀέρα τοῦτον ἐκφέρεται, τῆς τῶν φιληδόνων μηχανῆς ποικίλα κατ' ἐκείνων σοφιζομένης τὰ θήρατρα. Οἷα δὲ καὶ τὰ ἑξῆς τῶν τρυφώντων; ἐπάναγκες γὰρ τὴν κακίαν, ὅπου ποτ' ἂν ὡς νόσος ἐνσκήψῃ, τὰς ἀκολούθους ὕλας ἐφέλκεσθαι. διὸ οἱ τὴν ἁβροδίαιτον καὶ συβαριτικὴν παρατιθέμενοι τράπεζαν ἕλκονται πρὸς ἀνάγκην εἰς κατα σκευὰς μεγαλοφυῶν οἰκοδομημάτων καὶ τὴν πολλὴν εὐπορίαν δαπανῶσιν εἰς μέγεθος οἴκων καὶ κόσμον περίεργον. ἐπὶ τούτοις τὰς κλισίας φιλοκαλοῦσιν, ἐσθῆτος ἀνθινῆς καὶ πεποικιλμένης φροντίζουσι καὶ τραπέζας πολυταλάντους ἀργύρου χαλκεύονται, τὰς μὲν εἰς λειότητα ἐληλαμένας, τὰς δὲ πεποικιλμένας τῇ γλυπτικῇ, ὡς ἐξεῖναι ὁμοῦ τῇ φάρυγγι καὶ τὴν ὄψιν εὐωχεῖσθαι ταῖς ἱστορίαις. ἐπιλόγισαί μοι τὰ ἑξῆς· κρατῆρας, τρίποδας, κάδους, τὰ πρόχοα σκεύη, τὰ ὀψοφόρα, ἐκπωμάτων γένη μυρία, γελωτοποιούς, μίμους, κιθαριστάς, ᾠδούς, κομψολόγους, μουσικούς, μουσικάς, ὀρχηστρίδας, πάντα τῆς ἀσελγείας τὸν ὁρμαθόν, παῖδας θηλυνομένους ταῖς κόμαις, κόρας ἀναιδεῖς, ἀδελφὰς τῆς Ἡρωδιάδος εἰς ἀκοσμίαν, ἀναιρούσας Ἰωάννην, τὸν ἐν ἑκάστῳ θεοειδῆ καὶ φιλόσοφον νοῦν. 9.106

Τούτων πάντων ἐπὶ τῆς οἰκίας τελουμένων προσεδρεύουσι τῷ πυλῶνι μυρίοι Λάζαροι, οἱ μὲν ἡλκωμένοι χαλεπῶς, ἄλλοι τὸν ὀφθαλμὸν ἐκκεκομμένοι, ἕτεροι λώβην στένοντες τῶν ποδῶν, τινὲς δὲ αὐτῶν ἕρποντες παντελῶς καὶ πάντων τῶν μελῶν στέρησιν ὑπομείναντες. βοῶντες δὲ οὐκ ἀκούονται· κωλύει γὰρ αὐλῶν ἡ ἠχὴ καὶ τὰ μέλη τῶν αὐτοφώνων ᾠδῶν καὶ ὁ τοῦ πλατέος γέλωτος καγχασμός. ἂν δέ που καὶ ἐπὶ πλέον διοχλήσωσι τὰς θύρας, ἀναπηδήσας ποθὲν ἀνηλεοῦς δεσπότου θρασὺς πυλωρὸς ἀπελαύνει ῥάβδοις, κύνας ἀποκα λῶν καὶ μάστιξιν ἐπιξαίνων τὰ τραύματα. ἀπέρχονται δὲ οἱ τοῦ Χριστοῦ φίλοι, τῶν ἐντολῶν τὸ κεφάλαιον, οὐκ ἄρτου βραχέος, οὐκ ὄψου μεταλαχόντες, ὕβρεις δὲ καὶ πληγὰς προσκερδάναντες· ἔνδον δὲ ἐν τῷ ἐργαστηρίῳ τοῦ μαμωνᾶ οἱ μὲν ὡς ὑπέραντλα πλοῖα τὴν τροφὴν ἀποβλύζουσιν, ἄλλοι τῇ τραπέζῃ ἐπικαθεύδουσι παρεστώτων τῶν ἐκπωμάτων. διπλῆ δὲ ἡ ἁμαρτία κατὰ τὴν ἀσχήμονα οἰκίαν πολιτεύεται, ἡ μὲν ἐπὶ τῷ κόρῳ τῶν