1

 2

 3

 4

 5

 6

 7

 8

2

κοινωνίαν, τὴν ἰδιάζουσαν περὶ σὲ τοῦ θεοῦ φιλοτέχνησιν ὁ λόγος παρέδωκεν. Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς ἐκεῖ εἶπεν ὅτι ἐποίησεν, ἐνταῦθα πῶς ἐποίησε· χοῦν ἔλαβεν ἀπὸ τῆς γῆς καὶ ἔπλασε ταῖς ἰδίαις χερσίν. ἐνθυμήθητι πῶς ἐπλάσθης, τὸ ἐργαστήριον τῆς φύσεως λόγισαι· χείρ ἐστιν ἡ δεψαμένη σε θεοῦ. τὸ παρὰ θεοῦ πλα σθὲν διὰ πονηρίας μὴ μιανθῇ, δι' ἁμαρτίας μὴ ἀλλοιωθῇ, μὴ ἐκπέσῃς τῆς χειρὸς τοῦ θεοῦ. σκεῦος εἶ θεόπλαστον παρὰ θεοῦ γενόμενον· δόξαζε τὸν ποιήσαντα. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐγένου ἢ ἵνα ὄργανον ᾖς ἐπιτήδειον τῆς δόξης τοῦ θεοῦ· καὶ ὁ κόσμος οὗτος ὅλος σοι, ὥσπερ τι βιβλίον ἔγγραφον ὑπαγορευόμενον τὴν τοῦ θεοῦ δόξαν τὴν ἀπό 46 κρυφον καὶ ἀόρατον, τοῦ θεοῦ τὴν μεγαλωσύνην δι' ἑαυτοῦ διαγγέλλων σοι τῷ νοῦν ἔχοντι εἰς κατανόησιν ἀληθείας. πάντως οὖν μέμνησο τῶν εἰρημένων. Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. διπλῆ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ ψυχῆς. ἀλλὰ ψυχῆς αὔξησις ἡ διὰ τῶν μαθημάτων εἰς τελείωσιν προσθήκη, σώματος αὔξησις ἡ ἀπὸ μικροῦ εἰς τὸ καθῆκον μέτρον ἀποκατάστασις.

Αὐξάνεσθε τοίνυν τοῖς μὲν ἀλόγοις ζῴοις κατὰ τὴν τοῦ σώματος τελείωσιν, κατὰ τὸν ἀπαρτισμὸν τῆς φύσεως εἴρηται, ἡμῖν δὲ Αὐξάνεσθε κατὰ τὸν ἔσω ἄνθρωπον, κατὰ τὴν προ κοπὴν τὴν εἰς θεὸν οὖσαν. οἷος ἦν Παῦλος τοῖς μὲν ἔμ 47 προσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενος. αὕτη ἐστὶν ἡ αὔξησις τῶν θεωρημάτων, εὐσεβείας ἀνάληψις, ἡ τοῦ πλείονος ἐπέκτασις, τὸ ἐπορέγεσθαι ἡμᾶς ἀεὶ τῶν κρειττόνων, τὸ προγενόμενον μὲν ἀεὶ κατόπιν ἑαυτοῦ ἀφιέναι, τὸ δὲ λεῖπον τῆς εὐσεβείας τοῦτο ὡς ἐνδεῖ ἐπιζητεῖν. οἷος ἦν Ἰσαάκ, περὶ οὗ ἡ μαρτυρία ἐκείνη ἀναγέγραπται ὅτι Προ βαίνων ὑψοῦτο μέχρις οὗ μέγας ἐγένετο. οὐ γὰρ ἀπέστη οὐδὲ μικρὸν αὐξηθεὶς ἀπέμεινεν, ἀλλὰ προέβαινεν ἀεὶ διαβήμασι μεγάλοις διέβαινεν ἐπὶ τὰ ἔργα τῆς ἀρετῆς· διέβη μεγάλῳ βήματι τὴν σωφροσύνην, ἐπέβη τῇ δικαιοσύνῃ, ἐκεῖθεν ἐπὶ τὴν ἀνδρείαν ἀνέβη. οὕτω διαβαίνων ἐπὶ τὸ ἄκρον τοῦ ὕψους τοῦ ἀγαθοῦ κορυφοῦται ὁ δίκαιος. Αὐξάνεσθε οὖν αὔξησιν τὴν κατὰ θεόν, τελείωσιν τὴν κατὰ τὸν ἔνδον ἄνθρωπον. Πληθύνεσθε· ἐκκλησίας ἡ εὐλογία. μὴ ἐν ἑνὶ περιγραφήτω 48 ἡ θεολογία, ἀλλ' εἰς πᾶσαν τὴν γῆν κηρυχθήτω τὸ εὐαγγέλιον τῆς σωτηρίας. Πληθύνεσθε. τίνες; οἱ κατὰ τὸ εὐαγγέλιον γενόμενοι. Καὶ πληρώσατε τὴν γῆν. σάρκα τὴν δεδομένην ὑμῖν εἰς ὑπηρεσίαν πληρώσατε ἀγαθῶν ἔργων· ὀφθαλμὸς πλήρης ἔστω τοῦ ὁρᾶν τὰ δέοντα· χεὶρ πλήρης ἔστω τῶν ἀγαθῶν ἔργων· πόδες ἔστωσαν εἰς ἐπίσκεψιν ἀσθενούντων πορευτικοὶ ὄντες ἐφ' ἃ προσῆκε. πᾶσα ἡ τῶν μελῶν ἡμῶν κατάστασις πλήρης ἔστω τῶν κατὰ τὰς ἐντολὰς ἐργασιῶν· τοῦτό ἐστι Πληρώσατε τὴν γῆν. οὕτω κοιναὶ μὲν αἱ φωναὶ καὶ τοῖς ἀλόγοις, ἰδιάζουσαι δὲ γίνονται, ὅταν τῷ Κατ' εἰκόνα καὶ ᾧ ἐτιμήθημεν τούτῳ χρησώμεθα. τὰ μὲν γὰρ σωματικῶς αὔξει, ἡμεῖς δὲ πνευματικῶς· καὶ τὰ μὲν πληροῖ τὴν γῆν τῷ πλήθει, ἡμεῖς δὲ πληροῦμεν ταῖς ἀγα θαῖς ἐργασίαις τὴν συνεζευγμένην ἡμῖν γῆν. τουτέστι τὴν σωματικὴν ὑπηρεσίαν. Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ· ὑμῖν ἔσται εἰς βρῶσιν. μηδὲν παρατρεχέτω ἡ ἐκκλησία· πάντα νόμιμά ἐστιν. οὐκ εἶπε· δέδωκα ὑμῖν τοὺς ἰχθύας 49 εἰς βρῶσιν, δέδωκα ὑμῖν τὰ κτήνη, τὰ ἑρπετά, τὰ τετράποδα. οὐ γὰρ τούτων ἕνεκεν ἔκτισε, φησίν, ἀλλ' ἡ πρώτη νομοθεσία καρπῶν ἀπόλαυσιν συνεχώρησεν· ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι εἶναι τοῦ παραδείσου. καὶ τί σοί ἐστι τὸ ἐν τῷ λανθά νοντι παρακείμενον μυστήριον; Ὑμῖν καὶ τοῖς θηρίοις καὶ τοῖς πετεινοῖς οἱ καρποί, φησί, καὶ ἡ χλόη καὶ ὁ χόρτος, ὑμῖν εἰς βρῶσιν καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. καὶ μὴν ὁρῶμεν πολλὰ τῶν θηρίων καρπῷ μὴ τρεφόμενα· ποίῳ δὲ καρπῷ καταδέχεται πάρδαλις τραφῆναι; τίς δὲ καρπὸς δύναται λέοντα θρέψαι; ἀλλ' ὅμως 50 ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς διετρέ φετο. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ἐξεδιῃτήθη καὶ ἐξέβη τοὺς ὅρους τοὺς δεδομένους αὐτῷ, μετὰ τὸν κατακλυσμὸν ἰδὼν ὁ κύριος ἀφειδεῖς τοὺς ἀνθρώπους