2
κεκλῆσθαι φήσομεν; Ἀλλ' ἡ μὲν ὀνομασία χρησί μη, διὰ τὸ ἀναγκαῖον εἰς ἐπίνοιαν ἡμᾶς ἄγουσα τῶν νοητῶν. Τινὲς δὲ ταῖς προσηγορίαις ὁμοῦ καὶ τὴν οὐσίαν παχυμερῶς συνδιαιρεῖσθαι δοξάζοντες, 46.1105 ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσιν. Εἰδέναι δὲ ἀκόλουθον ἡμᾶς τοὺς τῆς ἀληθείας ἐπι γνώμονας, ὡς ἀδιαίρετός ἐστι καὶ μονοειδὴς ἡ θεία τε καὶ ἀμερὴς τοῦ Κρείττονος οὐσία· πρὸς δὲ τὸ χρήσιμον τῆς ἡμετέρας τῶν ψυχῶν σωτηρίας, καὶ μερίζεσθαι ταῖς ὀνομασίαις δοκεῖ, καὶ διαιρέσεως ἀνάγκῃ ὑφίστασθαι, καθὼς ἔφαμεν. Ὃν τρόπον γὰρ ἡ ψυχὴ νοητή τις ὑπάρχουσα, νοημάτων ἀπείρων ἀποκυΐσκει πλῆθος, ὅμως οὔτε νοήματος διαιρεῖται πάθει, οὔτε τοῦ πλήθους τῶν νοημάτων ψυχὴ διὰ τὰ φθάσαντα πτωχεύει ποτὲ, πλουσιωτέρα δὲ μᾶλλον, ἢ πενεστέρα γίνεται· ὃν τρόπον δὲ καὶ ὁ προφορικὸς οὑτοσὶ καὶ κοινὸς ἅπασιν ἡμῖν λόγος, ἀδιαίρετος μέν ἐστι τῆς προσενεγκαμένης ψυχῆς, καὶ ταῖς ψυχαῖς δὲ τῶν ἀκροωμένων οὐδὲν ἧττον ἐν ταὐτῷ καθίσταται, κἀκείνης μὴ χωριζόμενος καὶ τούτοις εὑρισκόμενος, ἕνωσιν δὲ μᾶλλον ἢ διαίρεσιν αὐτῶν τε καὶ τῶν ἡμετέρων ψυχῶν ἐργαζόμενος· οὕτω μοι νόει καὶ τὸν Υἱὸν τοῦ Πατρὸς μὴ χωρισθέντα πώποτε, καὶ τούτου δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, ὁμοίως ἐν τῷ νῷ τὴν ἐνθύμησιν.
Ὡς γὰρ οὐκ ἔστι μεταξὺ νοῦ καὶ ἐνθυμήσεως καὶ ψυχῆς διαίρεσιν ἐπινοηθῆναί τινα ταὶ τομήν· οὕτως οὐδὲ τοῦ ἁγίου Πνεύματος, καὶ τοῦ Σωτῆρος, καὶ τοῦ Πατρὸς, ἐν μέσῳ τομὴν ἢ διαίρεσιν ἐπινοηθῆναί ποτε· διότι τῶν νοητῶν, ὡς ἔφαμεν, καὶ θείων ἀδιαίρετος ἡ φύσις. Ἢ καὶ ὃν τρόπον οὐχ οἷόν τε πάλιν ὁμοίως ἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέσθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον ἁπλοῦν τε καὶ ἀμερὲς, ἀλλ' ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τοὔμπαλιν δὲ ὁ κύκλος, οἷόν τις ὀφθαλμὸς, ποταμηδὸν ἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, κατακλυσμοὺς ὥσπερ τινὰς φωτὸς ἡμῖν ἐργαζόμενος, καὶ πελαγίζων ἀθρόως τὴν διακόσμησιν· οὕτω δὴ καὶ οἱονεί τινες τοῦ Πατρὸς ἀκτῖνες ἀπεστάλησαν ἐφ' ἡμᾶς, ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ὥσπερ γὰρ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαι κατὰ φύσιν τὴν πρὸς ἀλλήλας σχέσιν, οὔτε τοῦ φωτὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέχρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι· τὸν αὐτὸν τρόπον καὶ ὁ Σωτὴρ ὁ ἡμέτερος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ δίδυμος τοῦ Πατρὸς ἀκτὶς, καὶ μέχρις ἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς, καὶ τῷ Πατρὶ συνήνωται. Ὃν δὲ τρόπον κἀπό τινος ὑδάτων πηγῆς νεκταριῶδες ἀφθόνως προϊεμένης ὕδωρ, συμβαίνει ῥεῦμά τι παμπληθὲς, καὶ ῥεῖθρον ἀκατάσχετον, εἰς ποταμοὺς δύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦ 46.1108 τῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκός· δίῤῥυτος δὲ τῶν ποταμῶν σχηματισθέντων τοῖς εἴδεσι, βλαβὲν δὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως (τῇ μὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διῄρηται, τὴν δὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὐτὴν κέκτηται· κἂν γὰρ ἀποτερματίζεσθαι πόῤῥω που τῶν ποταμῶν ἕκαστος τῶν προειρημένων δοκῇ, καὶ τῆς πηγῆς ἀφεστάναι μακρὰν, τὴν γοῦν ἀρχὴν τῇ μητρὶ πρὸς τὸ διηνεκὲς τῆς πηγῆς συνηνωμένην ἔχει)· παραπλησίως οὖν καὶ ὁ τῶν ἀγαθῶν ἁπάντων Θεὸς, ὁ τῆς ἀληθείας πρύτανις, καὶ τοῦ Σωτῆρος Πατὴρ, τὸ πρῶτον αἴτιον τῆς ζωῆς, καὶ τὸ τῆς ἀθανασίας φυτὸν, ἡ τῆς ἀειζωΐας πηγὴ, δίῤῤυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὴν νοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὔτ' αὐτός τι πέπονθεν εἰς τὴν οὐσίαν βλαβεὶς (οὐ γὰρ μείωσιν ὑπέστη τινὰ διὰ τὴν εἰς ἡμᾶς ἐκείνων ἄφιξιν), καὶ μέχρις ἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττον ἀχώριστοι καθεστήκασιν. Ἀμερὴς γὰρ, ὡς ἔφαμε· ἐξ ἀρχῆς, ἡ τῶν κρειττόνων φύσις. Πλεῖστα μὲν οὖν, ὦ τιμιώτατε, δυνατὸν ἦν εὑρεῖν καὶ πλείονα τῶν εἰρημένων, πρὸς ἀπόδειξιν ἐναργῆ τῆς ἀναγκαιοτάτης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἑνώσεως, ὃν τρόπον ἔχειν αὐτὴν ὑπολαμβάνειν δεῖ· ἀλλ' ἐπειδὴ σοί τε καὶ τοῖς σοὶ παραπλησίοις ῥᾷον ἐξ