2
ὑπάρχον οὐ μέντοι φθορὰν ὑπέστη καὶ διάλυσιν τὴν εἰς τὰ στοιχεῖα διὰ τὸ ἄνευ φθορᾶς ἀναστῆναι τῇ δυνάμει τοῦ λόγου, διὸ καὶ οὐκ εἶδε διαφθοράν. 9. Τοῦτο δέ ἐστιν εὑρεῖν καὶ ἐπὶ τῶν ἐν τῇ συντελείᾳ εὑρισκομένων ζώντων περὶ ὧν εἴρηται ἐν τῇ πρὸς Θεσσαλονικεῖς πρώτῃ ἐπιστολῇ· Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ πάλιν· Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. 10. Ὁρᾷς ὅτι τοὺς νεκροὺς καὶ ἐφθαρμένους τὸ σῶμά φησιν ἀναστήσεσθαι, ὡς δὲ ζῶντας ἁρπαζομένους εὐθὺς ἐν νεφέλαις ἐπὶ τὸ ἀθάνατον καὶ ἄφθαρτον τὴν ἐναλλαγὴν ὑφισταμένους, τὴν ἀπὸ τῆς φθαρτότητος ἥτις ἐνεργείᾳ οὐ γέγονεν αὐτοῖς· οὔτε γὰρ ἐφθάρησαν εἰς τὰ στοιχεῖα, εἰ καὶ φθαρτὴν εἶχον τὴν φύσιν τὴν ἐπὶ τοῦ σώματος. Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται, ὡς καὶ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ φησίν· Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. ∆ῆλον καὶ ὧδε ὅτι ἐν τῇ συντελείᾳ οὐκ ἀποθνήσκουσι, καθάπερ οἱ πρὸ τῆς συντελείας, ἀλλ' ἐν ἀκαριαίῳ τινὶ χρόνῳ τῆς ἀφθαρσίαν λαμβάνουσιν. 11. Εἰ οὖν ἐκεῖνοι φθαρτὸν ὡς ἀληθῶς ἔχοντες σῶμα διαφθορὰν οὐκ εἶδον, ἀλλὰ μόνον μὲν | στάσιν ἐπὶ τὸ ἄφθαρτον, πῶς καὶ ἐπὶ τοῦ δεσποτικοῦ σώματος τοῦτο μὴ ὑποθώμεθα, τοῖς ἀπὸ γῆς σώμασιν ὁμοού- σιον, διαφέρον μὲν αὐτοῖς κατὰ τοῦτο· τοῖς ἀνθρώποις μὲν ἄκουσι τὰ φυσικὰ προσγίνεται πάθη, τῷ δὲ κυρίῳ οὐ κατ' ἀνάγκην, ἀλλ' αὐτοῦ μᾶλλον ἐνδιδόντος τῇ φύσει τὰ οἰκεῖα ἐνεργῆσαι, ὡς ἡμᾶς ἡ τῶν ἁγίων πατέρων ἐπαίδευσε διδασκα- λία. 12. Πῶς δὲ πάλιν νοήσομεν τὸ ἐν ταῖς Πράξεσιν, Ὅτι ἀνέστησεν αὐτὸν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν. Τὸ γὰρ μηκέτι δείκνυσιν ἐπιδεκτικὸν φθορᾶς πρὸ τῆς ἀναστάσεως. Πῶς δὲ πάλιν ὁ ἀπόστολος ἔφη· Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς· ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεύς; καὶ πάλιν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν παίδων, φθαρτὸν ἐχόντων τὸ σῶμα. Οὐδαμῶς παραπλήσιον τὸ φθαρτὸν τῷ ἀφθάρτῳ.
II. Χρήσεις ἁγίων πατέρων ὅτι φθαρτὸν τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τῆς ἀναστάσεως 1. Ἰουστίνου φιλοσόφου ἐκ τοῦ κατὰ Ἑλλήνων λόγου τρίτου· Οὕτω γεγονὼς ὁ ἄνθρωπος καὶ πρὸς τὴν παράβασιν εὐθὺς ἰδών, τὴν φθορὰν φυσικῶς εἰσεδέξατο. Φύσει δὲ τῆς φθορᾶς προσγενομένης, ἀναγκαῖον ἦν τῷ σῶσαι βουλομένῳ αὐτήν, τὴν φθοροποιὸν οὐσίαν ἀφανίσαι. Τοῦτο δὲ οὐκ ἦν ἑτέρως γενέσθαι, εἰ μὴ ἡ κατὰ φύσιν ζωὴ προσεπλάκη τῷ τὴν φθορὰν δεξαμένῳ, ἀφανίζουσα μὲν τὴν φθοράν, ἀθάνατον δὲ τοῦ λοιποῦ τὸν δεξάμενον διατηροῦσα. 2. Ἀθανασίου κατὰ Ἀπολιναρίου· Ὅπως θανάτῳ καταλύσῃτὸν θάνατον ἐν ἐπιδείξει ψυχῆς, ἐν δὲ τῷ τάφῳ καταργήσῃ τὴν φθορὰν ἐν ταφῇ σώματος· ἐξ ᾅδου καὶ ἐκ τάφου τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν ἐπιδεικνύμενος, ἐν μορφῇ τῇ καθ' ἡμᾶς τὴν ἡμετέ- ραν ὁδεύσας ὁδόν. 3. Ἐκ τοῦ αὐτοῦ λόγου· ∆ιὰ τοῦτο ἐν μὲν ψυχῇ θεοῦ ἡ κράτησις τοῦ θανάτου ἐλύετο καὶ ἡ ἐξ ᾅδου ἀνάστασις ἐγίνετο καὶ ταῖς ψυχαῖς εὐηγγελίζετο, ἐν δὲ σώματι θεοῦ ἡ φθορὰ κατηργεῖτο καὶ ἡ ἀφθαρσία ἐκ τάφου ἐδείκνυτο. 4. Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις τρίτου λόγου· Οὐ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ Μαρία ἐξ ἧς ἦν