1

 2

 3

 4

 5

 6

5

3. Λέγεται ἄφθαρτον καὶ τὸ ἀναμάρτητον πολλάκις. ∆ιαφθορὰν γὰρ καλεῖ τὴν ἁμαρτίαν ὁ ∆αυίδ. Φησὶ γάρ· ∆ιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, ὡς καὶ Μωσῆς φησιν ἐν τῇ Γενέσει· Καὶ εἶδε κύριος τὴν γῆν καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. 4. Εἰ οὖν εὕρεις περὶ τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄφθαρτον παρὰ τοῖς διδασκάλοις τῆς ἐκκλησίας, ὡς μὴ διαφθα- ρὲν τῇ ἐνεργείᾳ καὶ διαλυθὲν εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη ἢ κατὰ τὴν τοῦ ἀναμαρτήτου σημασίαν νόει. Ἄφθαρτον δὲ κατὰ τὴν φύσιν μὴ λέγε, ἀλλὰ μᾶλλον φθαρτόν· τὴν γὰρ κατὰ τοῦ προπά- τορος Ἀδὰμ ἀπόφασιν ἐξενεχθεῖσαν θεραπεῦσαι βουλόμενος ὁ Χριστὸς τὸ μετὰ τὴν παράβασιν φθαρτὸν ἀνεδέξατο σῶμα, ἵνα ἐν αὐτῷ τὴν φθορὰν καταργήσῃ ἁμαρτωλοῖς συμπολι- τευσάμενος. Εἰ γὰρ ἦν ἄφθαρτον φύσει, οὐκ ἂν ἦν πάθους δεκτικὸν οὐδενός. 5. Πάλιν ὁ μακάριος Βασίλειος ἔλεγεν· «Ὥσπερ οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης, τῆς ἐν τῷ σώματι, καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων διὰ ταλαιπωρίας τῆς ὁδοιπορίας ὑπερ- ταθέντων, οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως παρακολουθοῦντα συμπτώματα δεχομένου». «Ἐδίδου γὰρ ὅτε ἐβούλετο καιρὸν τῇ φύσει τὰ ἑαυτῆς ἐνεργῆσαι ὁ κύριος», καθώς φησι καὶ ὁ θεολόγος. 6. Πῶς οὖν ταῦτα ἐνήργει ἡ φύσις ἐν τῷ Χριστῷ ὡς ἑαυτῆς ὄντα, εἰ ἄφθαρτός ἐστιν; Περὶ γὰρ φύσιν ἀνεπίδεκτον φθορᾶς ταῦτα γίνεσθαι χώραν οὐκ ἔχει. Ἀλλὰ μὴ βουλόμενος κωλύειν ὁ λόγος ἀπὸ τῆς οἰκείας σαρκὸς φθαρτῆς οὔσης, ταῦτα καρτερεῖν τὰ πάθη οὐκ ἐκώλυεν, ἀλλ' ἐνεδίδου τὰ οἰκεῖα ὑφίστασθαι τῇ σαρκὶ πρὸς βεβαίωσιν τοῦ ἀληθῆ εἶναι αὐτὴν καὶ οὐ κατὰ φαντασίαν. Ἄλλως τε τὴν σάρκα κατεδέξατο, οὐχ ἵνα φύγῃ τὰ ἀνέγκλητα πάθη, ἀλλ' ἵνα καταργήσῃ | σὺν τοῖς πάθεσι καὶ τὴν φθορὰν ἐν τῇ οἰκείᾳ σαρκί. 7. Ἱππολύτου Πρὸς Μαμμείαν βασιλίδα· Ἦν μὲν γὰρ τοῦ Χριστοῦ τύπος ἡ κιβωτὸς ἐξ ἀσήπτων ξύλων σημαίνουσα τὴν αὐτοῦ ἄσηπτον δύναμιν, ὅτι μὴ εἶδε διαφθοράν. Συμπεριέλαβε δὲ πέντε καὶ ἥμισυ μέτρα τὴν κιβωτὸν οὐκ ἀργῶς· διὰ γὰρ τῶν μέτρων ἐσήμανε τὸν ἐπιβαλόντα τῷ χρόνῳ ἀριθμόν, ὡς τῷ μέτρῳ τούτῳ συγκείμενος πληρωθεὶς ... φέροντα τὴν ἄσηπτον κιβωτόν, τὸ ἑαυτοῦ σῶμα, ἐν ᾧ πᾶν δικαίωμα χωρούμενος ἀνάπαυλαν λαμβάνει. 8. Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου τρίτου· Ἔπρε-πε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητήν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτός, γενόμενος ἐν τῷ ἡμῶν σώματι τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς, δεξάμενοι τοῦτον τῆς παρ' ἐκείνου μεταλαμβάνομεν ἀθανασίας. 9. Μεθοδίου Μύρων Λυκίας περὶ παρθενίας· Ἔτι πηλουρ- γούμενον τὸν Ἀδάμ, ὡς ἔστιν εἰπεῖν, καὶ τηκτὸν ὄντα καὶ ὑδαρῆ καὶ μηδέπω φθάσαντα, δίκην ὀστράκου, τῇ ἀφθαρσίᾳ κραταιωθῆναι, ὕδωρ ὥσπερ καταλειβομένη καὶ καταστάζουσα διέλυσεν ἡ ἁμαρτία. ∆ιὸ δὴ πάλιν ἄνωθεν κηροπλαστῶν τὸν αὐτὸν εἰς τιμὴν ὁ θεὸς ἐν τῇ παρθενικῇ κραταιώσας καὶ συγκεράσας τῷ λόγῳ ἄτηκτον καὶ ἄθραυστον ἐξήγαγεν εἰς τὸν βίον, ἵνα μὴ πάλιν τοῖς τῆς φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασι τηκεδόνα