1

 2

 3

 4

 5

 6

3

καὶ τὸ σῶμα. ∆ιὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι καὶ κλαίοντι καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. 5. Ἐκ τοῦ εἰς τὸν σταυρὸν λόγου· Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστη τοῦτο· ἵνα δὲ μὴ ἐπὶ πολὺ μεῖναν καὶ φθαρὲν τέλεον, ὕστερον ἀναστήσας ἀπιστηθῇ, ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων, διὰ τοῦτο | οὐ πλέον τῶν τριῶν ἡμερῶν ἠνέσχετο. 6. Ἀμβροσίου· Ἄλλη γὰρ σαρκὸς ἀσθένεια καὶ ἄλλο τὸ τῆς θεότητος ἀΐδιον, καὶ σαρκὸς μὲν ὁ θάνατος, τῆς δὲ δυνάμεως τὸ ἀθάνατον· εἰ δὲ τοῦτο πεποίηκεν ἡ θεότης ὥστε μὴ ἰδεῖν τὴν σάρκα διαφθοράν, ὑποκειμένην δηλονότι κατὰ φύσιν φθορᾷ, πῶς αὐτὴ τελευτᾶν ἡ θεότης ἠδύνατο; 7. Τοῦ ἁγίου Ἐφραὶμ περὶ ἀγάπης· Ἀφθαρσία ἐστὶν ἡ ἀνάστα-σις, ἀλλὰ τὰς οὐλὰς οὐκ ἠφάνισεν, ἵνα γένωνται μάρτυρες θεοῦ, ὅτι ἐνήργησεν, οὐ τὸ φθαρτὸν ἐνυβρίσας τῇ τῶν οὐλῶν παρα- μονῇ, τοὐναντίον δὲ δοξάσας τῇ ἀφθαρσίᾳ, ὅτι ἀπὸ τοῦ φθαρτοῦ σώματος τὴν φθορὰν ἐφυγάδευσεν. 8. Τοῦ θεολόγου εἰς τὰ φῶτα· ∆ιὰ τοῦτο τὰ ἄμικτα μίγνυται· οὐ γενέσει μόνον θεός, οὐδὲ σαρκὶ νοῦς, οὐδὲ χρόνῳ τὸ ἄχρονον, οὐδὲ μέτρῳ τὸ ἀπερίγραπτον, ἀλλὰ καὶ παρθενίᾳ γέννησις, καὶ ἀτιμίᾳ τῷ καὶ τιμῆς ἁπάσης ὑψηλοτέρῳ, καὶ πάθει τὸ ἀπαθές, καὶ τῷ φθαρτῷ τὸ ἀθάνατον. 9. Ἐπιφανίου ἐκ τοῦ Ἀγκυρωτοῦ· Εἰσῆλθε μὲν θυρῶν κεκλει-σμένων, ἵνα δείξῃ τὸ παχυμερὲς λεπτομερὲς καὶ τὸ θνητὸν ἀθάνα- τον καὶ τὸ φθαρτὸν ἄφθαρτον· ἵνα δὲ πάντας ἐλέγξῃ τοὺς ἀπι- στοῦντας εἰς τὴν ἡμῶν σωτηρίαν, φημὶ δὴ τὴν ἀνάστασιν, ὁ εἰς λεπτότητα μεταβάλλων τὸ σῶμα καὶ εἰς πνεῦμα συγκεράσας τὴν ἀνάστασιν οὐκ ἀπήλειψε τὰς οὐλὰς τῶν ἥλων οὐδὲ τὸν τύπον τῆς λόγχης, ἀλλ' ἔδειξεν αὐτὸ τὸ ἐπὶ τοῦ σταυροῦ πεπονθός, ὅτι οὐκ ἄλλο ἦν τὸ ἀναστάν, οὐδὲ ἀπ' αὐτοῦ ἕτερον φυέν, ἀλλ' αὐτὸ τὸ πεπονθὸς ἀπαθὲς καὶ αὐτὸς ὁ πεσὼν κόκκος ἀναστὰς ἄφθαρτος. 10. Τοῦ Χρυσοστόμου ἐκ τῆς κατὰ Ἰωάννην ἑρμηνείας· Ἐφάνη οὖν τῇ ἑσπέρᾳ καὶ ἀπέπτη· εἶτα μετὰ ὀκτὼ ἡμέρας καὶ πάλιν ἀπέπτη· εἶτα μετὰ ταῦτα ἐπὶ τῆς θαλάσσης. Τί δέ ἐστι τὸ Ἐφανέρωσεν; Ἐκ τούτου δῆλον ὅτι οὐχ ἑωρᾶτο, εἰ μὴ συγκα-τέβη, διὰ τὸ λοιπὸν ἄφθαρτον εἶναι τὸ σῶμα καὶ ἀκήρατον. 11. Ἐκ τοῦ αὐτοῦ· ∆όξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ. Τί οὖν ἐνταῦθά φησιν; Περὶ τῆς οἰκονομίας ὁ λόγος· ἐπεὶ οὔπω δεδό- ξαστο τῆς σαρκὸς ἡ φύσις, οὔτε ἀφθαρσίας ἀπολαύσασα, οὔτε τοῦ θρόνου κοινωνήσασα τοῦ βασιλικοῦ. Καὶ διὰ τοῦτο οὐκ εἶπεν Ἐπὶ τῆς γῆς, ἀλλὰ Παρὰ σοί. Ταύτης καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς δόξης κατὰ τὸ ἡμέτερον μέτρον, ἐὰν νήφωμεν. ∆ιὰ τοῦτο καὶ Παῦλός φησιν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. 12. Ἐκ τοῦ κατὰ Ματθαῖον εἰς τὸ Οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου· Ὑμῶν μαρτυρούντων· ὑμεῖς γάρ με ὄψεσθε ἀναστάντα. Τί δέ ἐστι καινὸν καὶ καινῶς; Τουτέστι ξένως, οὐ σῶμα παθητὸν ἔχοντα, ἀλλ' ἀθάνατον λοιπὸν καὶ ἄφθαρτον καὶ οὐ δεόμενον τροφῆς· οὐ γὰρ διὰ χρείαν μετὰ τὴν ἀνάστασιν ἔφαγέ τε καὶ ἔπιεν· οὔτε γὰρ ἐδεῖτο λοιπὸν τὸ σῶμα τούτων, ἀλλὰ διὰ τούτων τὰ τῆς ἀναστάσεως πληροφορῶν. 13. Κυρίλλου ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· Οἰκονομικώ- τατα τοίνυν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, οὔπω πρὸς δόξαν τὴν αὐτῷ πρέπουσαν τὸν οἰκεῖον