2
τρόπαια καὶ τὰς νίκας τὰς κατὰ τῶν δαιμόνων. Καὶ οὔτε τῷ φόβῳ τῶν γινομένων καταπλαγέντες, οὔτε τῷ μεγέθει τῶν κατορθωμάτων τῶν ἀποστολικῶν παιδευθέντες, ἀθρόον οὕτω μιᾶς μεταξὺ γενομένης ἡμέρας, σκιρτᾷς καὶ βοᾷς, τὴν ἑαυτοῦ ψυχὴν αἰχμάλωτον ὑπὸ τῶν παθῶν παρασυρομένην περιορῶν; Εἰ δὲ ἐβούλου δρόμον ἀλόγων ὁρᾷν, τίνος ἕνεκεν οὐκ ἔζευξας τὰ ἄλογα ἐν σοὶ πάθη, θυμὸν καὶ ἐπιθυμίαν, καὶ ἐπέθηκας αὐτοῖς τὸν τῆς φιλοσοφίας ζυγὸν, τὸν χρηστὸν καὶ κοῦφον, καὶ ἐπέστησας αὐτοῖς λογισμὸν ὀρθὸν, καὶ πρὸς τὸ βραβεῖον ἤλασας τῆς ἄνω κλήσεως, οὐκ ἀπὸ μύσους εἰς μύσος, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν τρέχων; Τοῦτο γὰρ τῆς ἱπποδρομίας τὸ εἶδος μετὰ τῆς ἡδονῆς πολλὴν ἔχει τὴν ὠφέλειαν. Ἀλλ' ἀφεὶς τὰ κατὰ σαυτὸν ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι, ὑπὲρ τῆς ἑτέρων νίκης ἐκάθου, ἡμέραν τοσαύτην εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ δαπανῶν.
βʹ. Ἦ οὐκ οἶσθα ὅτι καθάπερ ἡμεῖς ἀργύριον τοῖς οἰκέταις τοῖς ἡμετέροις ἐγχειρίζοντες, εὐθύνας αὐτοὺς καὶ μέχρι ἑνὸς ἀπαιτοῦμεν ὀβολοῦ· οὕτω καὶ ὁ Θεὸς τῶν ἡμερῶν τῆς ζωῆς τῆς ἡμετέρας ἀπαιτήσει λόγον ἡμᾶς, πῶς ἑκάστην ἡμέραν ἐδαπανήσαμεν; Τί οὖν ἐροῦμεν; τί δὲ ἀπολογησόμεθα, ὅταν τῆς ἡμέρας ἐκείνης ἀπαιτώμεθα εὐθύνας; Ἥλιος ἀνέτειλε διὰ σὲ, καὶ σελήνη τὴν νύκτα ἐφώτισε, καὶ ποικίλος ἀστέρων ἀνέλαμψε χορός· ἔπνευσαν ἄνεμοι διὰ σὲ, ἔδραμον ποταμοί· σπέρματα ἐβλάστησαν διὰ σὲ, καὶ φυτὰ ἀνεδόθη, καὶ τῆς φύσεως ὁ δρόμος τὴν οἰκείαν ἐτήρησε τάξιν, καὶ ἡμέρα ἐφάνη καὶ 56.266 νὺξ παρῆλθε· καὶ ταῦτα πάντα γέγονε διὰ σέ· σὺ δὲ τῶν κτισμάτων σοι διακονουμένων, τοῦ διαβόλου τὴν ἐπιθυμίαν πληροῖς; Καὶ τοσοῦτον παρὰ τοῦ Θεοῦ μισθωσάμενος οἶκον, τὸν κόσμον λέγω τοῦτον, οὐκ ἀπέδωκας τὸν μισθόν. Καὶ οὐκ ἤρκεσε τῇ προτέρᾳ ἡμέρᾳ, ἀλλὰ καὶ τὴν δευτέραν, ὅτε ἀναπαῦσαι μικρὸν ἐχρῆν ἀπὸ τῆς ἐγγινομένης κακίας, ἐπὶ θέατρα πάλιν ἀνέβαινες, ἀπὸ καπνοῦ εἰς πῦρ τρέχων, εἰς ἕτερον βάραθρον καθεὶς ἑαυτὸν χαλεπώτερον. Γέροντες πολιὰς κατῄσχυνον, καὶ νέοι τὴν νεότητα κατεκρήμνιζον, καὶ πατέρες παῖδας ἀνῆγον, ἐκ προοιμίων τὴν ἀπειρόκακον ἡλικίαν εἰς τὰ τῆς πονηρίας ἐμβιβάζοντες βάραθρα, ὥστε οὐκ ἄν τις ἁμάρτοι παιδοκτόνους ἀντὶ πατέρων τοὺς τοιούτους ἀποκαλῶν, καὶ τῇ κακίᾳ τὴν ψυχὴν ἀπολλύντας τῶν τεχθέντων. Καὶ ποία κακία; φησί. ∆ιὰ γὰρ τοῦτο ὀδυνῶμαι, ὅτι καὶ νοσῶν, οὐκ οἶδας ὅτι νοσεῖς, ἵνα καὶ τὸν ἰατρὸν ἐπιζητήσῃς. Μοιχείας ἐγένου πεπληρωμένος, καὶ ἐρωτᾷς, ποία κακία; ἦ οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτήν; Τί οὖν ἐὰν μὴ ἐμβλέψω, φησὶ, πρὸς τὸ ἐπιθυμῆσαι; Καὶ πῶς δυνήσῃ με πεῖσαι; Ὁ γὰρ τοῦ θεωρῆσαι μὴ κρατῶν, ἀλλὰ τοσαύτην σπουδὴν ὑπὲρ τοῦ τοιούτου τιθέμενος, πῶς μετὰ τὸ θεωρῆσαι δυνήσῃ μένειν ἀκηλίδωτος; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Σάρκα περίκεισαι, σάρκα ἀνθρωπίνην, ἥτις χόρτου χαλεπώτερον ὑπὸ τῆς ἐπιθυμίας ἀνάπτεται. Καὶ τί λέγω τὸ θέατρον; Ἐν ἀγορᾷ πολλάκις ἐὰν ἀπαντήσωμεν γυναικὶ, θορυβούμεθα· σὺ δὲ ἄνω καθήμενος, ὅπου τοσαύτη πρὸς ἀσχημοσύνην παράκλησις, ὁρῶν γυναῖκα πόρνην γυμνῇ τῇ κεφαλῇ μετὰ πολλῆς τῆς ἀναισχυντίας εἰσιοῦσαν, χρυσᾶ περιβεβλημένην ἱμάτια, μαλακιζομένην, θρυπτομένην, ᾄσματα ᾄδουσαν πορνικὰ, κατακεκλασμένα μέλη, αἰσχρὰ προϊεμένην ῥήματα, ἀσχημονοῦσαν τοιαῦτα, ἅπερ ὁ θεωρήσας ἂν εἰς ἔννοιαν λάβῃς, κάτω κύπτεις· τολμᾷς εἰπεῖν ὡς οὐδὲν πάσχῃς ἀνθρώπινον; Μὴ γὰρ λίθος σοι τὸ σῶμα; μὴ γὰρ σίδηρος; Οὐ γὰρ παραιτήσομαι πάλιν τὰ αὐτὰ εἰπεῖν. Μὴ γὰρ τῶν μεγάλων καὶ γενναίων ἀνδρῶν ἐκείνων, οἳ ἀπὸ ψιλῆς ὄψεως κατηνέχθησαν, φιλοσοφώτερος σὺ εἶ; Οὐκ ἤκουσας τί φησιν ὁ Σολομών· Περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; Οὕτως ὁ εἰσιὼν εἰς γυναῖκα ἀλλοτρίαν. Εἰ γὰρ καὶ μὴ συνεπλάκης τῇ πόρνῃ, ἀλλὰ τῇ ἐπιθυμίᾳ 56.267 συνεγένου, καὶ τῇ γνώμῃ τὴν ἁμαρτίαν εἰργάσω. Καὶ οὐδὲ κατὰ τὸν καιρὸν ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοῦ θεάτρου