1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ταῖς βιαίοις τῶν ἀνέμων ἐμβολαῖς τὴν αὐτῶν ἀντιστήσαντας τέχνην, ἐξαρπάσαι τοῦ κλυδωνίου τὸ σκάφος. Εἰ δὲ ὑπὲρ βιωτικῶν ἐκεῖνοι πραγμάτων αἰσθητὴν πλέοντες θάλασσαν, οὕτως ἐγρηγορυῖαν διηνεκῶς ἔχουσι τὴν ψυχὴν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω παρεσκευάσθαι χρή· καὶ γὰρ καὶ μείζων ὁ κίνδυνος ῥᾳθυμοῦσι, καὶ πλείων ἡ ἀσφάλεια νήφουσιν. Οὔτε γὰρ ἀπὸ σανίδων ἡμῖν τὸ σκάφος τοῦτο κατεσκεύασται, ἀλλ' ἀπὸ τῶν θείων κεκόλληται Γραφῶν, οὔτε ἀστέρες αὐτὸ χειραγωγοῦσιν ἄνωθεν, ἀλλ' ὁ τῆς δικαιοσύνης ἥλιος τοῦτον ἡμῖν κατευθύνει τὸν πλοῦν, καὶ καθήμεθα ἐπὶ τῶν οἰάκων, οὐ ζεφύρου πνοὰς ἀναμένοντες, ἀλλὰ τὴν πραεῖαν αὔραν τοῦ Πνεύματος. βʹ. Νήφωμεν τοίνυν καὶ τὰς ὁδοὺς μετὰ ἀκριβείας περισκοπῶμεν· περὶ γὰρ τῆς τοῦ Μονογενοῦς δόξης ὁ λόγος ἡμῖν ἐστι πάλιν. Πρώην μὲν οὖν ἐδείκνυμεν, ὅτι καὶ ἀνθρώπων, καὶ ἀγγέλων, καὶ ἀρχαγγέλων, καὶ ἁπλῶς πάσης τῆς κτίσεως τὴν σοφίαν, ἡ κατάληψις τῆς οὐσίας τοῦ Θεοῦ, μετὰ πολλῆς ὑπερβαίνει τῆς περιουσίας, καὶ τῷ Μονογενεῖ μόνῳ καὶ τῷ ἁγίῳ Πνεύματι γνώριμός ἐστι καὶ σαφής· νυνὶ δὲ πρὸς ἕτερον παλαισμάτων ἡμῖν μέρος ὁ λόγος μεθ 48.758 ίσταται. Ζητοῦμεν γὰρ εἰ τῆς αὐτῆς δυνάμεως, εἰ τῆς αὐτῆς ἐξουσίας ἐστὶν, εἰ τῆς αὐτῆς οὐσίας ὁ Υἱὸς τῷ Πατρί· μᾶλλον δὲ ἡμεῖς οὐ ζητοῦμεν, ἀλλ' εὑρήκαμεν τοῦτο διὰ τὴν τοῦ Χριστοῦ χάριν, καὶ κατέχομεν μετὰ ἀσφαλείας· τοῖς δὲ ἀναισχυντοῦσιν ὑπὲρ τούτων αὐτὸ τοῦτο ἀποδεῖξαι παρασκευαζόμεθα νῦν. Αἰσχύνομαι μὲν οὖν καὶ ἐρυθριῶ, μέλλων εἰς τούτους ἐμβάλλειν τοὺς λόγους. Τίς γὰρ ἡμᾶς οὐ γελάσεται τὰ οὕτω φανερὰ κατασκευάζειν καὶ ἀποδεικνύναι πειρωμένους; ποία δὲ οὐκ ἂν εἴη κατάγνωσις ζητεῖν, εἰ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί; Τοῦτο γὰρ οὐχὶ ταῖς Γραφαῖς μόνον, ἀλλὰ καὶ τῇ κοινῇ πάντων τῶν ἀνθρώπων δόξῃ, καὶ τῇ τῶν πραγμάτων φύσει μαχόμενόν ἐστιν. Ὅτι γὰρ ὁμοούσιος ὁ γεννηθεὶς τῷ γεννήσαντι, οὐκ ἐπ' ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ ζώων ἁπάντων, καὶ ἐπὶ δένδρων τοῦτο ἴδοι τις ἄν. Πῶς οὖν οὐκ ἄτοπον ἐπὶ μὲν φυτῶν καὶ ἀνθρώπων καὶ ζώων ἀκίνητον τοῦτον μένειν τὸν νόμον, ἐπὶ Θεοῦ δὲ μόνον κινεῖν αὐτὸν καὶ ἀνατρέπειν; Πλὴν ἀλλ' ἵνα μὴ δοκῶμεν ἀπὸ τῶν παρ' ἡμῖν πραγμάτων ταῦτα διισχυρίζεσθαι, φέρε ἀπὸ τῶν Γραφῶν αὐτῶν τοῦτο ἀποδείξωμεν, καὶ κινήσωμεν τοὺς περὶ τούτων λόγους. Οὐ γὰρ ἡμεῖς οἱ πεπεισμένοι, ἀλλ' ἐκεῖνοι οἱ ἀπιστοῦντες τὸν γέλωτα ὀφλήσουσιν, οἱ πρὸς τὰ οὕτω φανερὰ ἀνθιστάμενοι, καὶ πρὸς τὴν ἀλήθειαν ἀντιβλέποντες. Ποῖα φανερὰ, φησίν; εἰ γὰρ, ἐπειδὴ Υἱὸς λέγεται, ὁμοούσιός ἐστι τῷ Πατρὶ, δυνησόμεθα καὶ ἡμεῖς ὁμοούσιοι εἶναι· καὶ γὰρ καὶ ἡμεῖς υἱοὶ λεγόμεθα· Ἐγὼ γὰρ εἶπον, φησὶ, θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ὢ τῆς ἀναισχυντίας! ὢ τῆς ἐσχάτης ἀνοίας! πῶς διὰ πάντων τὴν αὐτῶν μανίαν ἐνδείκνυνται! Ὅτε τὸν περὶ ἀκαταλήπτου λόγον ἐκινοῦμεν, ἐφιλονείκουν ἑαυτοῖς διεκδικεῖν τοῦτο, ὃ τοῦ Μονογενοῦς ἦν μόνου, τὸ τὸν Θεὸν οὕτως εἰδέναι ἀκριβῶς, ὡς αὐτὸς ἑαυτὸν οἶδε· νῦν δὲ ἐπειδὴ περὶ τῆς τοῦ Μονογενοῦς δόξης ἡμῖν ἐστιν ὁ λόγος, φιλονεικοῦσιν αὐτὸν εἰς τὴν οἰκείαν εὐτέλειαν καταγαγεῖν λέγοντες, ὅτι καὶ ἡμεῖς υἱοὶ λεγόμεθα. Καὶ οὐ πάντως τοῦτο ὁμοουσίους ἡμᾶς ποιεῖ τῷ Θεῷ. Υἱὸς λέγῃ σὺ, ἀλλ' ἐκεῖνος ἔστιν· ἐνταῦθα ῥῆμα, ἐκεῖ πρᾶγμα. Υἱὸς λέγῃ σὺ, ἀλλὰ Μονογενὴς οὐ λέγῃ καθάπερ καὶ ἐκεῖνος, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Πατρὸς οὐ διατρίβεις, ἀλλ' ἀπαύγασμα τῆς δόξης οὐκ εἶ, οὐδὲ χαρακτὴρ τῆς ὑποστάσεως, οὐδὲ μορφὴ τοῦ Θεοῦ ὑπάρχεις. Εἰ τοίνυν οὐ πείθει σε τὸ πρότερον, ταῦτα πειθέτω, καὶ πολλὰ ἕτερα πλείονα τούτων, τὴν εὐγένειαν αὐτῷ μαρτυροῦντα ἐκείνην. Ὅταν μὲν γὰρ τὸ ἀπαράλλακτον τῆς οὐσίας αὐτοῦ δεῖξαι βούληται τὸ πρὸς τὸν γεγεννηκότα, Ὁ ἑωρακὼς ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Ὅταν δὲ τὸ ἰδιάζον τῆς δυνάμεως, Ἐγὼ, φησὶ,καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὅταν δὲ τὸ ἐφάμιλλον τῆς ἐξουσίας, Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω