2
οὐδὲ ἁλουργίδα περιβεβλημένον· οὐκ ἔστιν ἐπ' ὀχημάτων φερόμενον καὶ μυρίους ἔχοντα ῥαβδούχους τοὺς ἐπὶ τῆς ἀγορᾶς σοβοῦντας· ἀλλὰ πάντα ταῦτα ἐκποδὼν, καὶ γυμνὸς ἕκαστος εἰσάγεται τὴν ἀπὸ τῶν πράξεων, ἢ προδοσίας, ἢ σωτηρίας ἔχων ὑπόθεσιν· ὡς γὰρ ἂν ἕκαστα τούτων τύχῃ πεπραγμένα, οὕτως ἡ ψῆφος φέρεται. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἀκούετε τῶν ῥημάτων τούτων τῆς προθυμίας· ὁ γὰρ ἑκάστου στεναγμὸς, καὶ τὸ τύπτειν τὸ μέτωπον, τὸν καρπόν μοι τῶν σπερμάτων τούτων δείκνυσι. ∆ιὰ ταῦτα ταλανίζω τοὺς ἀπολειφθέντας, ὅτι δυνάμενοι τοσαύτης ἀπολαύειν ἐπιμελείας, ἕλκεσιν ἐμφύρονται καὶ τραύμασι καθημερινοῖς, καὶ οὐδὲ ὅτι νοσοῦσιν ἴσασιν· ὅθεν αὐτοὺς καὶ ὑγιᾶναι δύσκολον. Τίς γὰρ αὐτοῖς διαλέξεται περὶ τούτων; αἱ γυναῖκες αἱ συνοικοῦσαι; ἀλλὰ μία φροντὶς ἐκείναις ὑπὲρ χρυσίων καὶ ἱματίων καὶ τῆς πολυτελείας καὶ τῆς κατὰ τὴν οἰκίαν προνοίας ἐνοχλεῖν τοὺς συνοικοῦντας. Ἀλλ' οἱ οἰκέται; πῶς, οἱ μήτε παῤῥησίαν τινὰ κεκτημένοι, καὶ μίαν ἔχοντες καὶ αὐτοὶ σπουδὴν τὴν διακονίαν αὐτῶν ἀποπληροῦν; Ἀλλ' οἱ δικασταί; ἀλλ' οὐδενὸς ἑτέρου λόγος ἐκείνοις, ἢ τῆς τῶν πολιτικῶν πραγμάτων ἐπιμελείας. Ἀλλ' οἱ βασιλεῖς καὶ οἱ τὰ διαδήματα ἔχοντες; ἀλλὰ καὶ ἐκείνοις περὶ ἀρχῆς καὶ δυναστείας καὶ χρημάτων ἅπας ὁ πόνος, ἅπασα ἡ σπουδή. Ἀλλ' αὐτοὶ ἑαυτοῖς; πῶς οἱ μηδὲ ἀναπνεῖν ἔχοντες ἀπὸ τοῦ τῶν πραγμάτων ὄχλου, ἀλλὰ καὶ νύκτα καὶ ἡμέραν εἰς ταῦτα δαπανώμενοι; Τίνος οὖν οὐκ ἂν εἶεν ἐλεεινότεροι οἱ μυρία μὲν δεχόμενοι τραύματα, ἐνταῦθα δὲ μὴ ἀπαντῶντες, ἔνθα δυνήσονται μαθεῖν, ὅτι, κἂν τραύματα ἔχωσι, δυνατὸν τούτων ἀπαλλαγῆναι, καὶ ὑγείας τυχεῖν; Πότε οὖν οὗτοι τῆς ψυχῆς τῆς ἑαυτῶν ἐπιμελήσονται; Ἀγαπητὸν γὰρ τοὺς συνεχῶς εἰς ἐκκλησίαν ἀπαντῶντας, καὶ διδασκαλίας ἀπολαύοντας πνευματικῆς, καὶ τοσαύτης τυγχάνοντας ἐπιμελείας, δυνηθῆναι περιγενέσθαι καὶ χαλινῶσαι τὰς πονηρὰς ἐπιθυμίας, καὶ διαβλέψαι πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. βʹ. Ἀλλὰ γὰρ ἵνα μὴ διαπαντὸς ἐκείνοις ἐγκαλοῦντες τῶν εἰωθότων ὑμᾶς ἀποστερήσωμεν, φέρε δὴ πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ αὐτοῦ τοῦ ψάλλειν τὸ κέρδος ὑμῖν διηγησώμεθα. Ἰδοὺ γὰρ ὁ ψαλμὸς ἐπεισελθὼν τὰς διαφόρους ἐκέρασε φωνὰς, καὶ μίαν παναρμόνιον ᾠδὴν ἀνενεχθῆναι παρεσκεύασε, καὶ νέοι καὶ γέροντες, καὶ πλούσιοι καὶ πένητες, καὶ γυναῖκες καὶ ἄνδρες, καὶ δοῦλοι καὶ ἐλεύθεροι μίαν τινὰ μελῳδίαν ἀνηνέγκαμεν ἅπαντες. Εἰ γὰρ κιθαρῳδὸς τὰς διαφόρους νευρὰς τῇ τῆς τέχνης ἀκριβείᾳ κεράσας, τὰς πολλὰς μίαν ἐργάζεται μενούσας πολλάς· τί καινὸν, εἰ ἡ τοῦ ψαλμοῦ καὶ τῆς ᾠδῆς τῆς πνευματικῆς δύναμις τὸ αὐτὸ τοῦτο εἰργάσατο; Οὐ γὰρ δὴ μόνον τοὺς παρόντας ἡμᾶς, ἀλλὰ 63.487 καὶ τὸν τελευτήσαντα τοῖς ζῶσιν ἀνέμιξε· καὶ γὰρ [καὶ] ἐκεῖνος μεθ' ἡμῶν ἔψαλλεν ὁ μακάριος οὗτος προφήτης· καίτοι γε ἐν βασιλικαῖς αὐλαῖς οὐκ ἔνι τοῦτο, ἀλλὰ κάθηται μὲν ὁ τὸ διάδημα περικείμενος, παρεστήκασι δὲ πάντες σιγῇ, καὶ ταῦτα ἐν μεγίσταις ὄντες ἀρχαῖς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ φθέγγεται ὁ προφήτης, καὶ πάντες ἀποκρινόμεθα, καὶ πάντες συνεπηχοῦμεν· καὶ οὐκ ἔστι δοῦλον ἐνταῦθα ἰδεῖν, οὐδὲ ἐλεύθερον, οὐδὲ πλούσιον καὶ πένητα, οὐδὲ ἄρχοντα καὶ ἰδιώτην· ἀλλ' ἐκποδὼν ἅπασα αὕτη ἡ τοῦ βίου ἀνωμαλία ἀπελήλαται, καὶ εἷς χορὸς ἐξ ἁπάντων συγκεκρότηται, καὶ ἰσηγορία πολλὴ, καὶ τὸν οὐρανὸν ἡ γῆ μιμεῖται. Τοσαύτη τῆς ἐκκλησίας ἡ εὐγένεια. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ὁ μὲν δεσπότης μετὰ πολλῆς ψάλλει τῆς παῤῥησίας, ἐπιστομίζεται δὲ ὁ οἰκέτης· οὐδ' αὖ ὁ πλούσιος μὲν κινεῖ τὴν γλῶτταν, ἀφωνίᾳ δὲ ὁ πένης καταδικάζεται· οὐδ' αὖ ἀνὴρ μὲν παῤῥησιάζεται, γυνὴ δὲ σιγᾷ καὶ ἄφωνος ἕστηκεν· ἀλλὰ πάντες τῆς αὐτῆς ἰσοτιμίας