2
ταπεινοῖ, τὴν δὲ ψυχὴν σῴζει καὶ ζωοποιεῖ. Ἀδιαλείπτως τοίνυν παραμείνατε ἐν τῇ καρδίᾳ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ κράζοντες, ἵνα καταπίῃ ἡ καρδία τὸν Κύριον καὶ ὁ Κύριος τὴν καρδίαν καὶ γένηται τὰ δύο εἰς ἕν. Ἀλλὰ τὸ ἔργον τοῦτο οὐκ ἔστι μιᾶς ἡμέρας ἢ δύο, ἀλλὰ χρόνου πολλοῦ καὶ καιροῦ καὶ ἀγῶνος καὶ πόνου χρεία, ἕως οὗ ἐκβληθῇ ὁ ἐχθρὸς καὶ ἐνοικήσῃ ὁ Χριστός· οὐκ ἔστι γὰρ ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὥς φησιν ὁ ἀπόστολος.
Τοῦ αὐτοῦ Οὕτω δεῖ τὸν εὐχόμενον εὔχεσθαι, ὡς ὅλην αὐτοῦ συναγαγόντα καὶ συντείνοντα τὴν διάνοιαν καλεῖν τὸν Θεὸν μετὰ ὀδυνωμένης ψυχῆς καὶ μηδὲ μακροὺς ἀποτείνοντα λόγους, μηδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐκτείνειν, ἀλλ' ὀλίγα καὶ ψιλὰ λέγειν ῥήματα· οὐ γὰρ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ' ἐν τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Καὶ τοῦτο ἀπὸ τῶν τὴν κατὰ Σαμουὴλ μητέρα τὴν Ἄνναν ἔστιν ἰδεῖν. ∆εῖ τοίνυν τὸν εὐχόμενον μὴ μακροὺς ἀποτείνειν λόγους καὶ συνεχῶς εὔχεσθαι τὰς εὐχάς. Ὁ Χριστὸς διὰ Παύλου ἐκέλευσεν ἐξ ὀλίγων διαλειμμάτων. Ἂν γὰρ εἰς μῆκος ἐκτείνῃς τὸν λόγον, ὀλιγωρήσας πολλάκις πολλὴν ἔδωκας τῷ διαβόλῳ τὴν ἄδειαν προσελθεῖν καὶ ὑποσκελίσαι σε καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων. Ἂν δὲ συνεχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχάς, τόν τε καιρὸν ἅπαντα τῇ πυκνότητι διαλαμβάνειν δυνήσῃ τὰς εὐχὰς μετὰ πολλῆς ποιεῖν τῆς νήψεως. Τοῦ αὐτοῦ Βούλει μαθεῖν ἀγρυπνίαν προσευχῆς καὶ νῆψιν καὶ προσεδρείαν; Ἄπιθι πρὸς τὴν Ἄνναν, μάθε τί ἐποίησεν ἐκείνη. Ἀνέστησαν, φησί, πάντες ἀπὸ τῆς τραπέζης καὶ εὐθέως ἐκείνη οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη κούφη τις οὖσα καὶ μὴ βαρεῖσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα. Καὶ οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν διὰ τοῦτο, ἀλλ' ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησίν, καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός· οὐδὲν γὰρ οὕτω φωνῆς χρεία ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν ὡς συντεταμένης ψυχῆς, οὐδὲ γὰρ σχήματος, ἀλλὰ φρονήματος. Κἂν γὰρ ἔξω ἐκκλησίας ᾖς, κράζε καὶ λέγε· Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με, εἰ καὶ μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλὰ τρόπος. Κἂν ὅπουπερ ἂν ᾖς, εὔχου. Ναὸς εἶ, μὴ ζήτει τόπον. Θάλασσα ἦν ἔμπροσθεν, ὄπισθεν Αἰγύπτιοι καὶ μέσον ὁ Μωϋσῆς μηδὲν λαλῶν. Καὶ λέγει πρὸς αὐτὸν ὁ Θεός· τί βοᾷς πρός με; Καὶ σὺ τοίνυν, ὅταν πειρασμὸς ἐπέλθῃ σοι, ἐπὶ τὸν Θεὸν κατάφυγε, τὸν δεσπότην Ἰησοῦν κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Ὁ Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἔτι σοῦ λαλοῦντος ἐρεῖ· ἰδοὺ πάρειμι. Οὐδέπω τελεῖς τὴν εὐχὴν καὶ αὐτὸς τὴν αἴτησιν δίδωσιν. Ἐὰν γὰρ τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν ὁδῷ, κἂν ἐν θαλάσσῃ, κἂν ἐν πανδοχείῳ, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσει τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτήσεως.
Τοῦ μεγάλου Βασιλείου Πολλάκις, φησίν, ᾔτησα καὶ οὐκ ἔλαβον. Πάντως ὅτι κακῶς ᾔτησας ἢ ἀπίστως ἢ μετεώρως ἢ τὰ μὴ συμφέροντά σοι. Εἰ δὲ καὶ τὰ συμφέροντα πολλάκις ᾔτησας, ἀλλ' οὐ παρέμεινας· γέγραπται γάρ· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν καὶ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ἐὰν γὰρ μὴ αἰτήσῃς μετὰ καμάτου καὶ παραμονῆς πολλῆς, οὐ λαμβάνεις. ∆εῖ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀληθείας ἐν πίστει καὶ ὑπομονῇ τὰ ἑκάστῳ συμφέροντα ἐν μηδενὶ κρινόμενος ὑπὸ τοῦ οἰκείου συνειδότος ὡς ἀμελῶς ἢ ῥᾳθύμως αἰτῶν· καὶ τότε λαμβάνεις, ὅτε θέλει ὁ Θεός. Κρεῖττον γάρ σου οἶδε τὰ συμφέροντά σου καὶ ἴσως διὰ τοῦτο ἀναβάλλεται τὴν πρὸς αὐτὸν προσεδρείαν σου σοφιζόμενος, ἵνα γνῷς τί ἐστι δῶρον Θεοῦ καὶ φυλάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γάρ, ὃ μετὰ καμάτου πολλοῦ κτᾶταί τις, σπουδάζει τοῦτο φυλάσσειν, ἵνα μὴ ἀπολέσας αὐτὸ ἀπολέσῃ καὶ τὸν πολὺν αὑτοῦ κάματον καὶ τὴν χάριν τοῦ Κυρίου