2
ἀκροατὴν, ἀλλὰ καὶ τὸν μεθύοντα σώφρονα καθίστησι. Τοιαύτη μὲν τῆς τραπέζης ταύτης ἡ φύσις, ἣ καὶ ἀντὶ παντευχίας ἡμῖν ἀρκέσαι δύναται. Καὶ γὰρ καὶ ὅπλων ἡμῖν δεῖ, ἐπειδὴ πόλεμός ἐστιν ἡμῖν καθ' ἑκάστην ἡμέραν, οὐ πρὸς ἀνθρώπους ὁμογενεῖς, ἀλλὰ πρὸς ἀοράτους δυνάμεις, πρὸς τὰς φάλαγγας τῶν δαιμόνων, μυρίων πολεμίων βαρβαρικωτέρας, πρὸς τύραννον ἀκατάλλακτον, καὶ ἀκήρυκτα ἡμῖν μαχόμενον, καὶ οὔτε προαγγέλλοντα τὸν τοῦ πολέμου καιρὸν, οὔτε ὁρώμενον, ἀλλ' ἐξ ἀφανοῦς βάλλοντα. Τοῦτον δὴ τὸν πόλεμον ὑπογράφων ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης στρατηγὸς, ἐβόα λέγων· Τὸ λοιπὸν, ἀδελφοὶ, ἐνδυναμοῦσθε ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ, Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου.
βʹ. Εἶδες πῶς ἀλείφει τὰ φρονήματα τῶν στρατιωτῶν; πῶς ἐγείρει τὴν
διάνοιαν; πῶς ὁπλίζει τὸ στρατόπεδον, τήν τε ῥᾳθυμίαν ἐκκόπτων, τόν τε ὄκνον ἐκβάλλων; Ἐπειδὴ γὰρ δύο ταῦτα μάλιστα ἐν τοῖς πολέμοις τοὺς στρατιώτας προδίδωσι, τό τε δειλίᾳ προδοῦναι τὴν ἀνδρείαν, τό τε ἀναπεπτωκότας αὐξῆσαι τὴν ῥᾳθυμίαν, καὶ δοῦναι τοῖς πολεμίοις ἀφυλάκτοις αὐτοῖς ἐπιθέσθαι· οὔτε γὰρ ὁ δεδοικὼς ἄμετρα χρήσιμος ἂν γένοιτο πολέμῳ, εὐχείρωτος τῷ πάθει γινόμενος, οὔτε ὁ καθόλου πάλιν ἀπηλλαγμένος τοῦ δέους δύναιτ' ἂν περιγενέσθαι τῶν πολεμίων, τῷ σφόδρα θαῤῥεῖν ἐκ 63.495 τῆς ἀδείας τῆς ψυχῆς ἐκλύων τὴν παρασκευήν· ἀμφότερα γὰρ ταῦτα διορθούμενος ὁ Παῦλος, καὶ ἐναγωνίους ποιεῖ, ἵνα μὴ ῥᾳθυμήσωσι, τὴν φάλαγγα τῶν πολεμίων ὑπογράφων καὶ θαῤῥεῖν πάλιν παρασκευάζει, ἵνα μὴ καταπέσωσι, τὴν δύναμιν τοῦ στρατηγοῦντος ἐν τοῖς τοιούτοις πολέμοις Χριστοῦ φέρων εἰς μέσον. ∆ιὸ δὴ καθάπερ ἄριστος στρατηγὸς συγκροτεῖ τὴν φάλαγγα, τὰ πάθη τὰ λυμαινόμενα τῇ ἀνδρείᾳ τῆς διανοίας ἐξορίζων τῶν πιστῶν, καὶ τὴν ἀγάπην ἐπιδεικνύμενος τὴν αὑτοῦ, καὶ τοὺς σφόδρα ἀφεστηκότας αὐτοῦ κατὰ τὴν τῆς πολιτείας ἀκρίβειαν τῷ τῆς συγγενείας συνάπτων ὀνόματι. Τὸ λοιπὸν γὰρ, φησὶν, ἀδελφοί μου. Καὶ γὰρ πολλῷ μείζονα περὶ πάντας ἐπιδείκνυται φιλοστοργίαν οὗτος, ἢ οἱ τὰς αὐτὰς λύσαντες ὠδῖνας ἡμῖν, καὶ ἐν τῇ ψυχῇ τὴν οἰκουμένην περιέφερε· τοσοῦτον ἦν τῆς ἀγάπης αὐτοῦ τὸ πλάτος· καὶ οὐκ ἐν ἀδείᾳ μόνον, ἀλλὰ καὶ ἐν κινδύνοις.
Καὶ γὰρ δεσμωτήρια οἰκῶν, καὶ θάνατον προσδοκῶν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύων, τῶν μαθητῶν ἐκήδετο, καὶ τὰς ἐπιστολὰς πολλάκις ἀπὸ δεσμωτηρίων ἔγραφε τῇ χειρὶ τῇ τὴν ἅλυσιν περικειμένῃ, τῇ δεξιᾷ τῇ δεδεμένῃ· καὶ ἐν δικαστηρίῳ εἰσιὼν, καὶ μέλλων εὐθύνας ὑπέχειν, καὶ τὴν ἐπὶ θάνατον ἄγεσθαι, τό γε εἰς τοὺς δικάζοντας ἧκον, πάντα ἐκεῖνα ἀφεὶς, τὸν φόβον, τὸν κίνδυνον, τὰς ἀπειλὰς, τοὺς θανάτους, τὰς τιμωρίας, τὰς κολάσεις, τοὺς δημίους, τῶν ἀρχόντων τὸν θυμὸν, τῶν ἐπιβουλευόντων τὰ μηχανήματα, τὰς μάστιγας, τῶν πιστῶν ἐμέμνητο καὶ ἐν ἐκείνῳ τῷ καιρῷ· οὕτως ἦν αὐτοῦ ἡ ψυχὴ τῶν συνδέσμων ἀπαλλαγεῖσα τοῦ σώματος, οὕτω, καὶ ἐν σαρκὶ πολιτευομένη, τῆς ἁψῖδος ἀντείχετο τῆς οὐρανίας, καὶ ὡς πρὸς τὴν ἐκεῖ μεθορμισαμένη λῆξιν, οὕτως ἅπαντα, καὶ ἐν τῇ γῇ διατρίβουσα, ἔπραττε. Καὶ ἵνα μάθητε ὅτι οὐχ ὑπερβολῆς τὰ ῥήματα, οὐδὲ κολακείας τὰ εἰρημένα, ἄκουσον αὐτοῦ τοῦτο λέγοντος· Καθὼς δίκαιον ἐμοὶ τοῦτο φρονεῖν περὶ ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς. Ἀλλ' οὔπω τὸ εἰρημένον μέγα πρὸς τὸ ῥηθησόμενον· μέγα μὲν γὰρ καὶ τοῦτο, τὸ δὲ μετὰ ταῦτα πολλῷ μεῖζον· εἰπὼν γὰρ, ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐπήγαγεν, Ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ Εὐαγγελίου. Ὁρᾷς πῶς οὐδέποτε τῆς διανοίας αὐτοὺς ἐξέβαλεν; Εἰ γὰρ δεσμὰ καὶ δικαστήρια καὶ ἅλυσις οὐκ ἐλυμαίνετο τὴν μνήμην, πολλῷ μᾶλλον οἱ τῆς ἀνέσεως καιροί. ∆ιὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ, φησὶν, ὑμᾶς.