1

 2

 3

 4

 5

 6

 7

4

καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ τοῖς ἐπιβουλεύουσιν οὐ μόνον ἐπεξιέναι οὐκ ἐκέλευεν, ἀλλὰ καὶ παρέχειν ἐντρυφᾷν τῇ παροινίᾳ, λέγων· τὸ 63.497 γὰρ τὴν δεξιὰν στρέφειν σιαγόνα, καὶ τὰ πρόβατα πέμπειν ἐν μέσῳ λύκων, οὐδὲν ἄλλο αἰνίττεται ἢ ὅτι τὸ πάσχειν αὐτοῖς συνεκλήρωσεν, ἵνα λαμπρότερον τὸ τρόπαιον γένηται. Πῶς; Ὅτι ἕνδεκα ὄντες τῆς οἰκουμένης περιεγένοντο, ὅτι πάσχοντες, οὐ ποιοῦντες, βαλλόμενοι καὶ οὐ βάλλοντες, ἐπιβουλευόμενοι καὶ οὐκ ἐπιβουλεύοντες, μαστιζόμενοι καὶ οὐ μαστίζοντες, ἐλαυνόμενοι καὶ οὐκ ἐλαύνοντες, διωκόμενοι καὶ οὐ διώκοντες, ἀναιρούμενοι καὶ οὐκ ἀναιροῦντες, καὶ ὅτι, καθάπερ πρόβατα εἰς σφαγὴν προκείμενα, τοὺς λύκους ἅπαντας πρὸς προβάτων ἡμερότητα μετέβαλλον, τοὺς μαινομένους, τοὺς φόνων πνέοντας, τοὺς θηρίων ἀγριωτέρους γινομένους.

Τρέχοντος τοίνυν τοῦ λόγου καὶ τῆς εὐσεβείας σπειρομένης, πανταχόθεν ἀνήπτοντο πυραὶ καὶ ἀπέχθειαι καὶ πόλεμοι, οὐχὶ τοῖς διδασκάλοις μόνον, ἀλλὰ καὶ τοῖς μαθητευομένοις. Ὁμοῦ γάρ τις ἐδέξατο τὸν λόγον, καὶ κοινὸς πολέμιος περιῄει πᾶσι, καὶ πατρίδος ἠλαύνετο, καὶ πρὸς τὴν ὑπερορίαν μετῳκίζετο, καὶ οὐσίας ἐξέπιπτε, καὶ περὶ τῆς ἐλευθερίας αὐτῆς, μᾶλλον δὲ περὶ αὐτοῦ τοῦ ζῇν ἐκινδύνευεν· καὶ οὐδὲν ἴσχυε τότε τῆς φύσεως ἡ τυραννὶς, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, καὶ παῖδες κατεφρονοῦντο, καὶ ἀδελφοὶ καὶ συγγενεῖς ἐν τάξει πολεμίων ἦσαν, καὶ μετὰ τῶν διδασκάλων οἱ μαθηταὶ τὰ ἀνήκεστα ἔπασχον. Καὶ ταῦτα αὐτὰ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀναμιμνήσκεσθε γὰρ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ὑμᾶς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ πάλιν Θεσσαλονικεῦσιν ἐπιστέλλων ἔλεγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ καὶ ἐκεῖνοι ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων. Καὶ Γαλάταις δὲ πάλιν γράφων ἔλεγε· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ τὰ αὐτοῦ δὲ πάθη διηγούμενος, ἔλεγε· Ἐν ὑπομονῇ πολλῇ, ἐν στενοχωρίᾳ, ἐν φυλακαῖς, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν λιμῷ, ἐν δίψει καὶ γυμνότητι· καὶ πάλιν, Τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίαις· καὶ πάλιν, Ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν· καὶ πάλιν, Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν ∆αμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους, καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ· καὶ πάλιν ἀλλαχοῦ· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· καὶ ἑτέρωθι πάλιν, ∆ῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε. δʹ. Τί ἄν τις εἴποι τὰ τῶν ψευδαποστόλων, τὰ τῶν ψευδαδέλφων, τοὺς μυρίους καὶ πολυειδεῖς πολέμους; οὐ γὰρ δὴ μόνον αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἐκινοῦντο, ἀλλὰ καὶ δεινότητες ῥητόρων, καὶ φιλοσόφων κατασκευαί· καὶ οὐ παρ' ἐκείνων δὲ μόνον, ἀλλὰ καὶ παρὰ ἀνθρώπων ἀγοραίων πολλὰ ᾔρετο μηχανήματα κατὰ τῆς Ἐκκλη 63.498 σίας· ἅπερ αἰνιττόμενος ἔλεγεν· Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ὃν καὶ σὺ φυλάττου· λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις. Ὥσπερ οὖν ἡ θάλαττα κυμάτων οὐκ ἔστι χωρίς· οὕτω καὶ ἡ Παύλου ψυχὴ πεπλήρωτο μυρίων πειρασμῶν, καθημερινῶν κινδύνων, ἔξωθεν, ἔσωθεν, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ χρημάτων, διὰ δόλων· καὶ οὐδεὶς παραστῆσαι δυνήσεται λόγος τὰ νέφη τῶν βελῶν ἐκείνων, τὰ πλήθη τῶν κυμάτων.