2
κόμπος τὰ ῥήματα, ἄκουε τοῦ Κυρίου λέγοντος διὰ τοῦ προφήτου· Ἀκούσατε ταῦτα πάντα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν· Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις; Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ 61.703 πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Ὁ εἰς Βηθανίαν ἐλθὼν Κύριος, αὐτὸς καὶ ὧδε πάρεστιν· ὧδε γὰρ κυρίως Βηθανία ὁ παρὼν οἶκος ὀνομάζεται ἐπεὶ Βηθανία οἶκος εἰρήνης λέγεται, οἶκος δὲ εἰρήνης ὁ παρὼν τοῦ Κυρίου οἶκος, εἰς ὃν ἡμεῖς οἰκήτορες καθ' ἑκάστην ἡμέραν πρὸς τὸν οἰκοδεσπότην βοῶμεν· ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὁ εἰς Βηθανίαν ἐλθὼν, αὐτὸς καὶ ὧδε παραγίνεται· παραγίνεται δὲ οὐχ ὡς μὴ παρὼν, ἀλλ' ὡς ὢν, καὶ παρὼν, καὶ ἐρχόμενος.
Ταύτην τὴν τοῦ Κυρίου ἔλευσιν καὶ ὁ προφήτης προθεωρήσας ἔλεγεν· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἀληθὴς ὁ λόγος, Μετὰ ἰσχύος ὁ Κύριος ἔρχεται. Πῶς μετὰ ἰσχύος; Ὡς τὸν ᾅδην σκυλεύσας, ὡς τὸν Λάζαρον τῆς ἀναστάσεως γεύσας, ὡς μυρίας εὐεργεσίας τὸν κόσμον ἐμπλήσας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Τίς γὰρ ἰσχυρότερος τοῦ εἰπόντος, Λάζαρε, δεῦρο ἔξω; Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἔρχεται ὁ μὴ ἀπών· ἤκουσας γὰρ, Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος καὶ ἐρχομένου, οὐ γῆν βαδίζοντες τῇ τῶν ποδῶν μεταστάσει, ἀλλὰ τὰς ψυχὰς καθαίροντες τῇ τῶν τρόπων βελτιώσει. Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος εὐχαριστοῦντες· ποιήσωμεν ὃ ἐποίησεν ἡ ἀδελφὴ Μωϋσέως· δραστικωτέρας ἐκείνης φωνὰς βάλωμεν, ἐπειδὴ καὶ χαλεπώτερος τοῦ Φαραὼ ὁ τῇ λίμνῃ τοῦ ὕδατος καταποντισθεὶς διάβολος. Ἀσπάσωμεν οὖν τὰ τῆς νίκης σύμβολα, οὐ τύμπανα χειροκρατούμενα, ἀλλὰ καὶ βαΐα φοινίκων βλαστήματα· βοήσωμεν μετὰ τῶν ὁμοπίστων ἀδελφῶν, ἅπερ ἀρτίως ἠκούσαμεν· Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Ταύτην τὴν βασιλικὴν τοῦ Κυρίου ἔλευσιν Ἡσαΐας ὁ προφήτης προθεωρήσας ἔλεγε, καθὼς προεῖπον· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὡς νεκροὺς ἐγείρας· καὶ οὐχ ἁπλῶς νεκροὺς, ἀλλὰ σεσηπότας, διαῤῥυέντας, ἰχωροστατήσαντας, τριχορυήσαντας, τεταρταῖον τὸν Λάζαρον ἐκ τῶν τάφων ἀναστήσας, ὡς ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Τί τοιοῦτον Μωϋσῆς ἐποίησεν, οἷον ὁ ∆εσπότης ἡμῶν Χριστός; Μωϋσῆς μὲν ἐθανάτωσεν· οὐ γὰρ ἐζωοποίησεν. Αἰσχυνέσθωσαν λοιπὸν Ἰουδαίων παῖδες, οἱ τὸν Μωϋσῆν ἐγκωμιάζοντες, καὶ τὸν ∆εσπότην Χριστὸν λοιδοροῦντες. Ἀλλ' εὐθέως Ἰουδαῖος παρεκπηδᾷ λέγων· Καὶ παρ' ἡμῖν οὐκ ἀνέστη νεκρός; οὐκ ἤγειρεν Ἠλίας ὁ προφήτης τὸν τῆς Σαρεπτίας χήρας υἱόν; ἄνθρωπος δὲ ὁ Ἠλίας.
Πῶς οὖν ἐπὶ τοῦ διδασκάλου ὑμῶν μεγαλοφρονεῖτε, θεοδυναμίαν αὐτῷ μαρτυροῦντες, διότι ἤγειρε Λάζαρον ἐκ νεκρῶν; Τί λέγεις, ὦ Ἰουδαῖε; συγκρίνεις τὸν Ἠλίαν, καὶ τὸν ∆εσπότην Χριστόν; Ἄλλο παιδεία δουλικὴ, καὶ ἄλλο ἐξουσία θεϊκή. Εἰ μὴ γὰρ ἔγνως πρῶτον τὸν τρόπον τῆς νεκρεγερσίας, οὐ μὴ συνίδῃς τὸν λόγον τῆς θεϊκῆς ἐξουσίας. Ἄκουε συνετῶς· ὁ ἐπὶ τοῦ Ἠλία νεκρὸς, ὁ υἱὸς τῆς Σαρεπτίας χήρας, εἰ καὶ θανάτῳ παρεδόθη, ἀλλ' ὅμως οὐ διὰ τὴν φυσικὴν ἔκλειψιν, ἀλλὰ διὰ παιδείαν καὶ θλῖψιν τοῦ Ἠλία, πρὸς τὸ καμφθῆναι τὸν Ἠλίαν ἐκ τῆς σκληροκαρδίας εἰς συμπάθειαν. Ὀργισθεὶς γάρ ποτε ὁ Ἠλίας, καθὼς ἴστε σαφῶς, τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ Ἰσραηλιτικῷ λαῷ διὰ τὴν παρανομίαν τῆς Ἰεζάβελ, μεθ' ὅρκου ἀπεφήνατο λέγων· Ζῇ Κύριος ὁ Θεὸς, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος, ἢ ὑετὸς ἐπὶ γῆς, εἰ μὴ διὰ στόματός μου. Ταύτῃ τῇ ἀνύδρῳ ἀποφάσει τοῦ Ἠλία ὁ τῶν ὅλων Θεὸς οὐκ ἠρέσθη, πληροῖ δὲ