2
οὐδὲ θορυβῶν, οὐκ ἀπολ λύων, οὐδὲ λυόμενος. Καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες τὴν βασιλείαν, εἶπες αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Εἰπὲ αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Λέγε καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ἀστᾶ μου. Εἰπὲ αὐτοῦ καὶ τὴν χολήν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰπὲ αὐτοῦ καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Εἰπὲ αὐτοῦ καὶ τὸ βά πτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἰπὲ αὐτοῦ καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. Εἰπὲ αὐτοῦ καὶ τὸ ποτήριον· Τὸ ποτήριόν σου μεθύσκον με, ὡσεὶ κράτιστον. Εἰπὲ καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδορίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Εἰπὲ καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν· Αἴτη 55.530 σαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Εἰπὲ αὐτοῦ καὶ τὸν τάφον· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Εἰπὲ αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Εἰπὲ καὶ τῶν ἀποστόλων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγγεννήθησάν σοι υἱοί. Εἰπὲ καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτοῦ. Εἰπὲ καὶ τῆς Ἐκκλησίας τὴν κλῆσιν· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Εἰπὲ αὐτοῦ καὶ τὴν ἐκ δεξιῶν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὦ ∆αυῒδ, πᾶσαν τὴν προφητείαν ἀπήγγειλας, καὶ τί βοᾷς· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου; Βασιλεὺς εἶ, διαδήματι περίκεισαι, πορφυρίδα περιεβάλλου. Ἀλλὰ λέγει· Φύλλα ταῦτα, καὶ νὺξ, καὶ ὄναρ. Τὸ κάλλος ἐκεῖνο ζητῶ.
∆ός μοι τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα πάλιν λαλήσῃς μοι, κἀγὼ λαλήσω σοι. Ἀπέστη γὰρ ἀπ' ἐμοῦ τὸ Πνεῦμα, καθάπερ περιστερὰ βόρβορον βλέπουσα. Βούλομαι αὐτὴν ἐπανελθεῖν. Τότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου. Οὐ δύναμαι ὑπενεγκεῖν, ἐπειδὴ τὴν παῤῥησίαν ἀπώλεσα. Ὁρᾷς τὸν ∆αυῒδ ἐξομολογούμενον τῷ Θεῷ. Βλέπε πόσον κακὸν ἡ ἁμαρτία. Καὶ ποία ἁμαρτία; Μοιχεία καὶ φόνος καὶ νόμου παράβασις, ἀθέτησις λόγων Θεοῦ. Καὶ ταῦτα λέγων οὐ κατηγορῶ τοῦ προφήτου, ἀλλὰ τὴν ταχεῖαν αὐτοῦ μετάνοιαν ἀπαγγέλλω. Ἀλλὰ γὰρ ἔπρεπεν τῷ προφήτῃ πληρῶσαι τὸ γεγραμμένον Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· τοῦτο γὰρ αὐτὸν καὶ ἐδικαίωσεν. Ἡμάρτηκα τῷ Κυρίῳ, λέγων. Ἀλλ' ἦλθεν ὁ προφήτης Νάθαν, καὶ εἶπεν· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Σύντομος ἡ ἁμαρτία, συντομωτέρα ἡ ἐξομολόγησις.
Ἐπειδὴ γὰρ ἥμαρτεν πρὸς τὴν τοῦ Οὐρίου γυναῖκα, ἡττᾶτο ὑπὸ τῆς ἁμαρτίας, καὶ γράψας ψαλμὸν, εἶπεν· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ διὰ πάσης τῆς ἐξομολογήσεως λύσιν ἐδέξατο πάσης ἁμαρτίας. Ἀλλὰ καὶ Παῦλος πῶς ἐλεήθη; Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ὢ φιλανθρωπία ∆εσπότου! Ἀνθρώπῳ λέγει· Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ διαλέγεται· Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ ἔλεγε· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Τί οὖν Παῦλος; Τίς εἶ, Κύριε, ὁ λαλῶν μοι; Ὢ εὐγνώμονος δούλου! Εὐθέως τὴν δεσποτείαν ὡμολόγησε, Τίς εἶ, Κύριε; εἰπών. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζαραῖος, ὃν σὺ διώκεις· ἀλλὰ ἀναστὰς εἴσελθε εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται τί σε δεῖ ποιεῖν. Καὶ ὅ ποτε λύκος, νῦν πρόβατον· ὅ ποτε διώκτης, νῦν εὐαγγελιστής· ὅ ποτε ζιζάνιον, νῦν σῖτος· ὅ ποτε πειρατὴς καὶ καταποντιστὴς, νῦν κυβερνήτης λαοῦ· ὅ ποτε πορθῶν τὴν