1

 2

 3

 4

 5

2

Σὲ κτιστὴν τῶν ὁρωμένων καὶ μὴ ὁρωμένων μανθάνομεν εἶναι· καὶ γὰρ νόσους ἁφῇ χειρὸς ἐθεράπευσας, καὶ νεκρῶν λελυμένα σώματα διὰ ῥήματος ἔπηξας, καὶ πηγὰς αἱμάτων κρασπέδοις ἱματίων ἐξήρανας, ἐκ πέντε ἄρτων πεντακισχιλίους ἄνδρας εἰς κόρον διέθρεψας, ἀνέμοις καὶ θαλάσσῃ ἐπετίμησας, καὶ πάντα σοι ὑπήκουσαν τρόμῳ· καὶ ὁ τοσούτων θαυμάτων δημιουργὸς, καὶ θανάτων λυτήριος νῦν θάνατον φοβῇ, καὶ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Καὶ εἰ σὺ θάνατον φοβῇ, ἐν τίνι λοιπὸν ἕξομεν τῆς ζωῆς τὰς ἐλπίδας; καὶ εἰ φοβῇ θάνατον, πῶς λέγεις, Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις; ζωὴ γὰρ καὶ ἀνάστασις θάνατον οὐδέποτε φοβεῖται. Τί δέ ἐστι καὶ ὃ λέγεις· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Ἆρα ἀγνοεῖς, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἀγνοεῖς πότερον δυνατόν ἐστιν, ἢ ἀδύνατον παρελθεῖν τὸ ποτήριον;

Καὶ πῶς ἔλεγες· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός; καὶ τὸν μὲν Πατέρα ἐπιγινώσκεις, οὗ μεῖζον οὐδέν ἐστι, τὸ δὲ ποτήριον, εἰ δυνατόν ἐστι παρελθεῖν, οὐ γινώσκεις; Πῶς δὲ καὶ ὁ Παῦλός φησιν, ὅτι· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ; καὶ πάλιν, Ζωὴ γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Εἰ οὖν οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πῶς σὺ νῦν, ὡς ἀγνοῶν, λέγεις, Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω ἀπ' ἐμοῦ, ἐὰν μή τι ᾖ ἀποκεκρυμμένον μυστήριον ἐν τῷ λόγῳ; Οὐ πρέπει σοι, Κύριε, ὁ λόγος οὗτος· Θεὸς γὰρ εἶ, Θεοῦ Υἱὸς, Λόγος, σοφία, δύναμις, φῶς, ἥλιος δικαιοσύνης, πηγὴ ἀθάνατος, ζωὴ αἰώνιος, ἀνάστασις ἡμῶν τῶν τῇ ἁμαρτίᾳ τεθανατωμένων. Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ὢ πῶς δυσέφικτός ἐστιν ὁ λόγος καὶ δυσθεώρητος καὶ δυσδιάκριτος; ὢ πῶς στενός ἐστι καὶ τεθλιμμένος παρὰ πολλοῖς ἀνθρώποις; ∆ίδαξον ἡμᾶς, Κύριε, τὸ μυστήριον τοῦτο τοῦ λόγου σου· σοῦ γάρ ἐσμεν, καὶ σοὶ ἐπιστεύσαμεν.

Μὴ ἐπαιρέσθω ὁ γίγας ἐν τῇ βλασφημίᾳ αὐτοῦ Εὐνόμιος, μηδὲ ὀνειδιζέτω παρεμβολὴν Κυρίου Ἰσραήλ· ἐκεῖνος μὲν γὰρ ἡμᾶς ὀνειδίζει, εἰς σὲ δὲ τὸν ∆εσπότην ἡμῶν ἀνατρέχει ἡ ὕβρις. Ἐξέγειρον τὸν ἐν τῇ καρδίᾳ ἡμῶν ἐγκείμενον νοῦν, καθάπερ τὸν πραότατον ∆αυΐδ· δὸς ἡμῖν ἕνα λόγου λίθον, ἵνα δι' αὐτοῦ σφενδονήσαντες, τὸ κεφάλαιον τῆς δυσσεβείας αὐτῶν διαλύσωμεν, ἵνα γνῷ πᾶσα ἡ παρεμβολὴ σήμερον, Ὅτι σὺ εἶ Κύριος ὕψιστος, μόνος ἐπὶ πᾶσαν τὴν γῆν. Πολὺς ἡμῖν ὁ αἱρετικῶν ἐπίκειται σύλλογος, τί λέγων; Ὁρᾷς πῶς φοβεῖται καὶ δειλιᾷ; ὁρᾷς πῶς εὔχεται τῷ 61.753 Πατρὶ λέγων· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω; Νῦν Εὐνόμιος χαίρει, νῦν Ἄρειος εὐφραίνεται, ὡς εὑρηκότες ῥήματα βλάσφημα κατὰ τῆς ἀληθείας συρίζοντα. Ἀλλὰ μὴ εὐφρανθείητε, πάντες οἱ ἀλλόφυλοι· συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ἡμᾶς. Μεθ' ἡμῶν ὁ Θεός. Γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε, καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα· Πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον τοῦτο παρελθέτω. Ὢ ποτήριον ζωῆς καὶ ἀθανασίας μεμεστωμένον! ὃ λαβόντες Εὐνόμιος καὶ Ἄρειος, τῇ οἰκείᾳ κακοπιστίᾳ ἐπιθολώσαντες, ποτίζουσι τῷ πλησίον ἀνατροπὴν δολερὰν, οἱ τὴν ἐν αὐτῷ γλυκεῖαν κρᾶσιν τῶν νοημάτων πικρὰν εἶναι νομίζοντες, καὶ μήτε τὴν, Οὐαὶ, φωνὴν φοβούμενοι, λεγούσης τῆς Γραφῆς· Οὐαὶ τῷ ποτίζοντι τῷ πλησίον αὐτοῦ ἀνατροπὴν δολεράν! Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς! Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες!