1

 2

 3

 4

 5

 6

 7

2

ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκ κλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκε κλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῆς Παύλου γλώττης ἡ δύναμις ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐμπνεομένη κατ έβαλε, καὶ λαμπρὰν πανταχοῦ τῆς εὐσεβείας ἀνῆψε τὴν φλόγα. Ἔχομεν μετὰ τῶν κατορθωμάτων τού των καὶ τὰς ἐπιστολὰς ἐκείνου τὰς ἁγίας, αἳ τὸν χαρακτῆρα τῆς μακαρίας ἐκείνης ψυχῆς ἀκριβῶς ἡμῖν ὑπογράφουσιν. Ὡς οὖν αὐτῷ τῷ Παύλῳ δια λεγόμενοι παρόντι καὶ συγγινομένῳ, οὕτω μετὰ προ θυμίας πειθώμεθα τοῖς γεγραμμένοις, ἀναπτύξωμεν τὰ ἔνδον εἰρημένα, μάθωμεν τί ποτέ ἐστιν ὅπερ σή μερον ἐβόα λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί λέγεις, ὦ Παῦλε; ὁ κελεύων τοῖς μαθηταῖς ἐν σοφίᾳ περιπατεῖν πρὸς τοὺς ἔξω, ὁ λέγων, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀπο κρίνεσθαι· ὁ πᾶσιν ἐπευχόμενος, ἵνα σοφίας πληρω θῶσι πνευματικῆς, αὐτὸς λέγεις, ὅτι Εἴθε ἀνείχεσθέ μου μικρὸν τῆς ἀνοίας; Οὐκ ἤρκει σοι τὸ φθέγξα σθαί τι ἀφροσύνης ῥῆμα, ἀλλὰ καὶ εἰς τοὺς μαθητὰς τοῦτο ἐκφέρεις; καὶ οὐκ εἰς τοὺς μαθητὰς ἐκφέρεις μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα πᾶσι γινομένοις ἀν θρώποις διὰ τῆς ἐπιστολῆς τοῦτο δῆλον ποιεῖς; Ὁρᾶτε πῶς οὐχ ἁπλῶς δεῖ παρατρέχειν τὰ λεγόμενα, ἀλλ' ἕκαστον περισκοπεῖν ἀκριβῶς; Τοῦτο μὲν γὰρ ἁπλῶς μὲν ἀναγινωσκόμενον περιίσταται τοῖς ἀκροαταῖς, ἐρευνηθὲν δὲ πολλὴν δείκνυσι τοῦ Παύλου τὴν σο φίαν, μεγάλην τὴν σύνεσιν, ἄφατον τὴν κηδεμονίαν.

γʹ. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; Ψευδαπόστολοι πολλοὶ ἦσαν παρὰ τοῖς

Κορινθίοις, διαφθείροντες αὐ τοὺς, κατηγοροῦντες τοῦ Παύλου, ὑπορύττοντες αὐ τοῦ τὴν δόξαν, ἢν παρὰ τοῖς μαθηταῖς εἶχεν, εἰς εἰρωνείαν αὐτὸν σκώπτοντες, ὡς ἀλαζόνος κατηγο ροῦντες. Πρὸς τούτους καὶ διατεινόμενος πολλαχοῦ τῆς ἐπιστολῆς φαίνεται. Καὶ γὰρ ὅταν λέγῃ, Οὔκ ἐσμεν ὥσπερ οἱ λοιποὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν εἰπὼν, Ἀβαρῆ ὑμῖν ἐμαυτὸν ἐτήρησα, καὶ ὑποσχόμενος διαπαντὸς τοῦτον ἀκίνη τον διατηρῆσαι τὸν νόμον (Ἔστι γὰρ, φησὶν, ἀλή θεια Χριστοῦ ἐν ἐμοὶ, ὅτι ἡ καύχησίς μου αὕτη οὐ φραγήσεται ἐν τοῖς κλίμασι τῆς Ἀχαΐας), ἐν τῇ τῆς αἰτίας ἐπαγωγῇ ᾐνίξατο τοὺς μιαροὺς ἐκείνους οὕτως 51.304 εἰπών· ∆ιὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; Ὁ Θεὸς οἶδεν. Ἀλλ' ὃ ποιῶ, καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορ μὴν τῶν θελόντων ἀφορμήν· καὶ ἀνωτέρω δὲ τού των παρακαλεῖ τοὺς μαθητὰς μὴ καταστῆσαι αὐτὸν εἰς ἀνάγκην τοῦ τὴν οἰκείαν ἐπιδεῖξαι δύναμιν αὐτοῖς, οὑτωσὶ λέγων· ∆έομαι δὲ τὸ μὴ παρὼν θαῤῥῆσαι τῇ πεποιθήσει, ᾖ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπα τοῦντας. Αὐτοὶ γὰρ οὗτοι, περὶ ὧν ταῦτά φησιν, εἰς εἰρωνείαν αὐτὸν διαβάλλοντες, οὕτως ἔλεγον, ὅτι αἱ μὲν ἐπιστολαὶ Παύλου πολὺν ἔχουσιν ὄγκον καὶ ῥημά των ἀπόνοιαν, αὐτὸς δὲ οὐδαμινὸς καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος.

Ἐπειδὰν γοῦν ἐνταῦθα παραγένηται, οὐδενὸς ἄξιος φαίνεται λόγου· ὅπερ οὖν καὶ αὐτὸ πά λιν ἐμφαίνων ἔλεγεν, Ἵνα δὲ μὴ δόξω ὡς ἂν ἐκφο βεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν· ὅτι αἱ μὲν ἐπιστο λαὶ, φησὶ, βαρεῖαι καὶ ἰσχυραὶ, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος. Εἶτα αὐτοῖς ἐγκαλῶν τοῖς Κορινθίοις τοῖς ἀναπειθομέ νοις, φησίν· Ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπει νῶν, ἵν' ὑμεῖς ὑψωθῆτε; Καὶ ἀποδυόμενος δὲ τὸ ἔγκλημα αὐτὸ ἐκεῖνο πάλιν λέγει· Ὅτι οἷοί ἐσμεν δι' ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Ἐπεὶ οὖν πολλοὶ παρ' αὐτοῖς ἦσαν ψευδαπό στολοι, οὓς καὶ ἐργάτας δολίους καλεῖ, οὕτω λέγων· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Καὶ