1

 2

 3

 4

 5

 6

2

τοῖς πέντε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον, καὶ τὸν μὲν αʹ πλανήτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ βʹ ∆ία, τὸν δὲ γʹ Ἄρεα, τὸν δὲ δʹ Ἀφροδίτην, τὸν δὲ εʹ Ἑρμῆν· τοὺςγὰρ δύο φωστῆρας ἥλιον καὶ σελήνην ὁ θεὸς ἐκάλεσε. Σὴθ δὲ ὢν ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνὼς ἕτερον, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸν κύριον. μετὰ τοῦτον οἱ αὐτοῦ ἀπόγονοι καὶ ὁ Σήθ, προμηνυθέντες ἄνωθεν, ἔγραφον τὰ μέλλοντα περὶ τοῦ κατακλυσμοῦ ἐν λιθίναις καὶ ὀστρακίναις πλαξί, σημαίνοντες ὅτι ἀναλωθῆναι καὶ φθαρῆναι μέλλει τὸ πᾶν ἢ ὑπὸ πυρὸς ἢ ὑπὸ ὕδατος, καὶ εἰ μὲν ὑπὸ πυρός, σωθήσονται τὰ γράμματα ἐν ὀστρακίναις πλαξί, εἰ δὲ ὑπὸ ὕδατος, ἐν λιθίναις. ἐλθόντος δὲ τοῦ κατακλυσμοῦ καὶ ἅπαντας ἀπολέσαντος, μόνος ἐσώθη Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες πρὸς δευτέρου ἀνακαίνισιν κόσμου. μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνάν, ὁ υἱὸς Ἀρφαξάδ, συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ὀνομασίαν, ὡς εἴρηται, τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγραμμένην· ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίριδος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. Ἀδὰμ τοίνυν κατὰ τὸν σοφώτατον καὶ θεῖον ὑποφήτην 7 Μωϋσῆν γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, θνήσκει δὲ κατὰ τὴν παραβάσεως ἡμέραν· χιλιονταετίας γὰρ τῆς τοῦ θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, Ϡλʹ ἔτη μόνον ζήσας τελευτᾷ. τοῦτον λέγεται ταφῆναι κατὰ τὴν τῶν Ἱεροσολύμων γῆν, ὥς φησιν Ἰώσηπος. Σὴθ δὲ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψζʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡιβʹ. περὶ οὗ εἴρηται «εἰσῆλθον οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,» ἤτοι τὰς ἀπὸ τοῦ Κάϊν. θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρεῖν τὰ Ἰουδαϊκὰ γράμματα, τὰς τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις καὶ τὴν πολλὴν αὐτοῦ εὐσέβειαν θαυμάσαντες, ὥστε καὶ πρῶτον ἐπικαλεῖσθαι θεὸν καὶ ὀνομάζεσθαι, καθὰ καὶ τῷ Μωϋσεῖ λέγει κύριος, «θεὸν δέδωκά σε τῷ Φαραῷ,» καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη, «θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» εἰκότως οἱ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ καὶ υἱοὶ τῶν θεῶν κατὰ τὸν Σύμμαχον νοείσθωσαν, οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Κάϊν εἰσῆλθον, ἐξ ὧν οἱ ἐκ τῆς καταλλήλου μιαι 8 γαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον Σὴθ ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Κάϊν πονηροὶ καὶ κάκιστοι. Ἐνὼς δὲ γενόμενος ἐτῶν ρμʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψμʹ, καὶ ἐγέννησε τὸν Μαλελεήλ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡιʹ. Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψλʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ωςεʹ. Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνώχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωʹ, καὶ ἀπέθανε, περὶ οὗ εἴρηται ἡ μετάθεσις, ζήσας τὰ πάντα ἔτη Ϡξβʹ. Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωβʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡξθʹ. Λάμεχ δὲ γενόμενος ρπηʹ ἐγέννησε τὸν Νῶε, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φξεʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ψνγʹ. δύο 9 τοίνυν Λάμεχ ἡ γραφὴ μνημονεύει, ἕνα μὲν τὸν ἀπὸ τοῦ Κάϊν, ἕτερον δὲ τὸν πατέρα Νῶε· γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ Καῒν τοῦ καὶ πεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ' ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύμου τοῦ ἀπὸ Σήθ· ἐκεῖνος γὰρ λέγει «ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί.» καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφώς, Ἐλδὰν καὶ Σελάν, ἑαυτὸν καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, ὅτι ἐκ Κάϊν μέν, φησίν, ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λαμὲχ ἑβδομηκοντάκις ἑπτά, διὰ τοῦτο μειζόνως κολάζεται, ὥσπερ καὶ ὁ Λάμεχ οὕτως πέπονθε· τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε, τοῦ πίστει διὰ τούτων προσευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ Χριστὸς κατάγεται, γενεαλογούμενος κατὰ τὴν τοῦ