1

 2

 3

 4

 5

 6

5

Ἀβραὰμ προεπηγγείλατο. Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σερούχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σζʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη τλθʹ. Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχώρ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ςʹ, καὶ ἀπέθανεν ἃ καὶ ζήσας τὰ πάντα τλʹ. Ὁ δέ γε Ναχώρ, ὁ υἱὸς Σερούχ, γενόμενος ἐτῶν οθʹ ἐγέννησε τὸν Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρκθʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σηʹ. Θάῤῥα δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀράν, τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάῤῥα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ρλεʹ ὁ Θάῤῥας, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη σεʹ.

Ἐν δὲ τοῖς προειρημένοις χρόνοις γέγονέ τις γίγας, τοὔνομα 17 Νεβρώδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ, ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος καταδείξας κυνηγίαν καὶ μαγείαν Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα δῆθεν σημαίνοντα· ἀφ' ὧν Ἕλληνες τὴν γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γενομένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν διαφέρειν. οὐκοῦν ἀστρονομία τε καὶ ἀστρολογία καὶ μαγεία ἀπὸ Μαγουσαίων, ἤτοι Περσῶν, ἤρξαντο· οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε τὸν Νεβρὼδ λέγουσιν ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ ὃν καλοῦσιν Ὠρίωνα, περὶ οὗ φησι Μωσῆς ὅτι γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλάνη ἐν γῇ Σεναάρ, ὅθεν ἐξῆλθε Φιλιστιεὶμ ἐκ τῆς φυλῆς τοῦ Σὴμ τοῦ Ἀσσούρ, ἀφ' οὗ Ἀσσύριοι. Καὶ κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς ἀνεφάνη καὶ ἄλλος, υἱός τινος Οὐρανοῦ λεγομένου καὶ Ἀφροδίτης, γυναικὸς αὐτοῦ, γιγαντιαῖος, ὀνόματι Κρόνος κατὰ τὸ ὄνομα τοῦ πλανήτου ἀστέρος· γενόμενος δὲ καὶ οὗτος δυνατὸς πάνυ καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀνθρώπων. ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη νςʹ ὑπέταξε πᾶσαν 18 τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς Συρίας. ἔχων δὲ γυναῖκα Σεμίραμιν, τὴν καὶ Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν καὶ υἱοὺς δύο καὶ θυγατέρα μίαν, καὶ τὸν μὲν προσηγόρευσε ∆ία εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, τὸν δὲ ἐπωνόμασε Νίνον, καὶ τὴν θυγατέρα Ἥραν, ἣν καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος ὁ καὶ Ζεύς, τὴν ἰδίαν ἀδελφήν. Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νίνος, ὁ υἱὸς αὐτοῦ, ἔτη νβʹ. ὅς γε τὴν ἰδίαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς διὰ τὸ καὶ τὸν ∆ία λαβεῖν τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν Ἥραν ὁ καὶ Πῖκος λεγόμενος. ὁ δὲ Νίνος ἐπικρατὴς γενόμενος τῆς Συρίας, καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ὁδοῦ ἡμερῶν τριῶν, ἐκάλεσεν αὐτὴν εἰς ὄνομα αὐτοῦ Νινευί, καὶ πρῶτος ἐν αὐτῇ βασιλεύει. ἐξ οὗ ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν ἀστρονόμος· ὃς μέλλων τελευτᾶν ηὔχετο ὑπὸ οὐρανίου πυρὸς ἀναλωθῆναι, εἰπὼν τοῖς Πέρσαις, Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάττεται τὰ ὀστᾶ μου. καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ ἀερίου πυρὸς ἀνηλώθη, καὶ λαβόντες οἱ Πέρσαι ἀπὸ τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι φυλάττοντες ἕως ἄρτι.

19 Μετὰ δὲ Νίνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔνομα ἔτη λʹ, ὃν καὶ μετωνόμασαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. ᾧτινι Ἄρεϊ πρῶτον στήλην ἀναστήσαντες Ἀσσύριοι καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι περσιστὶ Βάαλ θεόν, τουτέστιν Ἄρης πολεμικός. οὗ καὶ ∆ανιὴλ μέμνηται ὡς προσκυνουμένου παρὰ Περσῶν καὶ λατρευομένου.