1

 2

 3

 4

 5

 6

6

Μετὰ δὲ Ἄρεα ἐβασίλευσε Λάμης ἔτη κʹ. μετὰ δὲ Λάμην ἐβασίλευσε Σαρδανάπαλλος ὁ μέγας ἔτη λεʹ, καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως. οἱ δέ γε κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν ὡς ἐξ αὐτοῦ δῆθεν τῷ τάφῳ αὐτοῦ τοιάδε. Τόσ' ἔχω ὅσ' ἐφύβρισα καὶ ἔφαγόν τε καὶ ἔπιον καὶ μετ' ἔρωτος τερπνοῦ ἐπολιτευσάμην. παθόντα δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται· καὶ γὰρ νῦν σπόδος εἰμὶ Νίνου μεγάλης βασιλεύσας. Ὁ δὲ ἀδελφὸς τοῦ Νίνου Πῖκος ὁ καὶ Ζεὺς βασιλεύων τῆς Ἰταλίας ἐπέμεινεν. ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οὔτε πόλις οὔ 20 τε διοίκησίς τις ἦν ἐν τῇ δύσει, ἀλλὰ ἁπλῶς ᾠκεῖτο πᾶσα ἡ γῆ ἐκείνη ἀπὸ τῶν μετοικησάντων ἐκεῖ ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, υἱοῦ Νῶε. Ἔζησεν δὲ Πῖκος ὁ καὶ Ζεὺς ἔτη ρκʹ, κρατῶν τὴν δύσιν καὶ βασιλεύων αὐτῆς. καὶ ἔσχεν υἱοὺς πολλοὺς καὶ θυγατέρας ἀπὸ τῶν εὐπρεπῶν γυναικῶν. ἔσχεν δὲ αὐτὸς Πῖκος ὁ καὶ Ζεὺς υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. Μετὰ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Πίκου τοῦ καὶ ∆ιὸς ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Φαῦνος ὁ καὶ Ἑρμῆς τῆς Ἰταλίας ἔτη τριάκοντα πέντε, ὃς ἦν ἀνὴρ πανοῦργος καὶ μαθηματικός· ὅστις ἐφεῦρεν τὸ μέταλλον τοῦ χρυσίου ἐν τῇ δύσει πρῶτος καὶ τὸ χωνεύειν. γνοὺς δὲ ὅτι διαφθονοῦνται αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἀπὸ τῶν γυναικῶν ὧν ἔσχεν Πῖκος ὁ καὶ Ζεύς, ὁ αὐτοῦ πατήρ· ἠβούλοντο γὰρ αὐτὸν φονεῦσαι, ὡς ὄντες πολλοί, περί που ἑβδομήκοντα· μετὰ γὰρ πολλῶν συμμιγνύμενος γυναικῶν ἐτεκνοποίησεν ὁ Ζεύς· πολὺ χρυσίον ἐγκολπωσάμενος εἰς ὑπερβολὴν ἀνεχώρησεν, καὶ ἀπέρχεται εἰς τὴν Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ, υἱοῦ Νῶε, οἵτινες ἐδέξαντο αὐτὸν ἐν τιμῇ. καὶ διέτριβεν ἐκεῖ ὑπερηφανῶν πάντας, καὶ φορῶν τὴν χρυσῆν στολὴν ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς μαντείας μελλόντων· ἦν γὰρ φύσει σφόδρα λογικός· καὶ προσεκύνουν αὐτόν, λέγοντες θεὸν Ἑρμῆν, ὡς λέγοντα τὰ μέλλοντα καὶ διακονοῦντα αὐτοῖς ἐκ τοῦ 21 θεοῦ τῶν μελλόντων τὴν ἀπόκρισιν καὶ παρέχοντα αὐτοῖς χρήματα. ὅντινα καὶ πλουτοδότην ἐκάλουν, ὡς τὸν χρυσὸν θεὸν ὀνομάζοντες. Ὅτε οὖν αὐτὸς Ἑρμῆς εἰς τὴν Αἴγυπτον ἦλθεν, ἐβασίλευσε τῶν Αἰγυπτίων τότε ἐκ τοῦ γένους τοῦ Χὰμ ὁ Μεστραΐμ. οὗτινος τελευτήσαντος ἐποίησαν οἱ Αἰγύπτιοι τὸν Ἑρμῆν βασιλέα. καὶ ἐβασίλευσε τῶν Αἰγυπτίων ἔτη λθʹ ἐν ὑπερηφανίᾳ. Καὶ μετ' αὐτὸν ἐβασίλευσε τῶν Αἰγυπτίων ὁ Ἥφαιστος ἡμέρας αχπʹ, ὡς γενέσθαι ἔτη δʹ, μῆνας ζʹ, ἡμέρας γʹ· οὐκ ᾔδεισαν γὰρ τότε ἐνιαυτοὺς μετρεῖν οἱ Αἰγύπτιοι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυτοὺς ἔλεγον. τὸν δὲ αὐτὸν Ἥφαιστον θεὸν ἐκάλουν· ἦν γὰρ πολεμιστὴς καὶ μυστικός. ὅστις ἐλθὼν εἰς πόλεμον συνέπεσεν σὺν τῷ ἵππῳ αὐτοῦ, καὶ πληγεὶς ἔμεινε χωλεύων. Ὁ δὲ αὐτὸς Ἥφαιστος νόμον ἔθηκε τὰς Αἰγυπτίας γυναῖκας μονανδρεῖν καὶ σωφρόνως διάγειν, τὰς δὲ ἐπὶ μοιχείαν εὑρισκομένας τιμωρεῖσθαι. καὶ ηὐχαρίστησαν αὐτῷ οἱ Αἰγύπτιοι, διότι πρῶτον νόμον σωφροσύνης τοῦτον ἐδέξαντο. Ὁ δὲ αὐτὸς Ἥφαιστος ἀπὸ μυστικῆς τινος εὐχῆς τὴν ὀξυλάβην ἐδέξατο ἐκ τοῦ ἀέρος εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς σιδήρου ηὑρέθη εἰς τοὺς πολέμους· ἀπεθέω 22 σαν οὖν αὐτόν, ὡς σωφροσύνην νομοθετήσαντα καὶ τροφὴν ἀνθρώποις διὰ κατασκευῆς ὅπλων εὑρηκότα καὶ ἐν τοῖς πολέμοις δύναμιν καὶ σωτηρίαν ποιήσαντα· πρὸ γὰρ αὐτοῦ ῥοπάλοις καὶ λίθοις ἐπολέμουν.