ὡς τὸν διάβολον ἀποκρινόμενον τῷ κυρίῳ καὶ τὸν κύριον τῷ διαβόλῳ παρέστησεν. Προσωποποιΐας χάριν, οὐχὶ δὲ ἀληθείας· οὐ γὰρ πρὸς λέξιν ἤδη καὶ τὸ νόημα· ἄλλως αἱ λέξεις ἔγκεινται, ἄλλως τὰ νοήματα σαφηνίζονται. ∆ιὸ πάντας χρὴ σαφῶς εἰδέναι τοὺς παρόντας, ὅτι ἐξ ἧς ὁ διάβολος ἔπεσεν ἐκ τῶν οὐρανῶν οὐκ εἶδεν τὸ πρόσωπον τοῦ θεοῦ, οὐ κατηξιώθη τῆς προτέρας διαγωγῆς. Ὥσπερ γὰρ ἐπίγειος βασιλεὺς ἀπ' ὄψεως τύραννον ποιήσας οὐ προσδέχεται αὐτὸν ἐπ' ὄψεσιν, ἀποστρεφόμενος αὐτὸν διὰ τὴν τυραννίδα, οὕτω καὶ τοῦ διαβόλου ἀνταρσίαν μελετήσαντος ὁ κύριος αὐτὸν ἀποβαλὼν οὐκέτι κατηξίωσε τῆς πρὸς αὐτὸν θέας, οὐχ ὅτι ὁ κύριος αὐτὸν ἐμίσησεν , ἀλλ' ὅτι ἐκεῖνος πρὸς ἐπιστροφὴν οὐκ ἔκλινεν. Τούτων οὕτως ἐγνωσμένων ἵδωμεν τὰ παραναγνωσθέντα, ἵνα σαφηνίσωμεν τὰ προτεθέντα. Ἤκουες τοῦ ἱστοριογράφου Μωϋσέως ἐν τῇ παρούσῃ ἑσπέρᾳ, ἣν ἑσπέραν προσειπεῖν οὐκ ἤθελον ἀλλὰ μᾶλλον ὄρθρον. Ποίαν γὰρ δεῖ ἑσπέραν προσειπεῖν ταύτην ἢ τὰς ἀδελφὰς ταύτης, ἐν ᾗ πάντες οἱ παρόντες ὡς ἀπὸ κλίνης νήστεις καὶ νηφάλαιοι παραγεγόνατε ἐκτὸς τῶν καθαρῶν ῥυπαρῶν; Οὗτοι γὰρ μόνοι ἰουδαϊκῶς βρωμοῦσιν. ∆ιὸ ἡ παροῦσα τῆς νηστείας ἑσπέρα πάλιν ὄρθρος διὰ τὴν ἐλαφρότητα τῆς γαστρὸς καὶ τὴν νηφαλιότητα τῆς ψυχῆς, ἐκείνοις δὲ νὺξ διὰ τὴν καρηβαρίαν τοῦ οἴνου καὶ τὴν σαρκοφαγίαν τῶν κρεῶν. Τί οὖν ὁ ἱστοριογράφος Μωϋσῆς; Ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη. Ποία ἡμέρα; Ἡ τοὺς ἀγῶνας τοῦ Ἰὼβ ἐμφανίζουσα. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ποία ἡμέρα; Ἡ τὰς ἐπουρανίους ἀρχαγγελικὰς δυνάμεις πρὸς θέαν τῆς πάλης παραστήσασα. Μόνον γὰρ εἶδεν ὁ κύριος τὸν διάβολον διανοηθέντα κατὰ τοῦ Ἰώβ , πάλιν εὐθὺς ἐπέταττε ταῖς ἄνω δυνάμεσιν ὁ κύριος λέγων· Παρακύψατε, βλέπετε πάλην ἐξαίρετον· παρακύψατε, βλέπετε πῶς ὁ ἐξ ὑμῶν ὑμᾶς καὶ τὰ ὑμῶν καταλιπὼν κάτω τῷ μηδὲν κοινωνοῦντι κατ' οὐσίαν μα νικῶς προσπαλαίει· παρακύψατε, βλέπετε πῶς ὁ ἅπαξ πεσὼν πάλιν πίπτει· παρακύψατε, βλέπετε, ἵνα μηδεὶς ὑμῶν ὡς ἐκεῖνος γένηται· παρακύψατε, βλέπετε τὸν Ἰὼβ νευρούμενον καὶ τὸν διάβο λον ἐκλυόμενον, τὸν ἐν τῷ παραδείσῳ φρυαττόμενον καὶ ἐπὶ τῆς κοπρίας αἰσχυνόμενον. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη. Ὄντως ἡμέρα ἡ τοῦ Ἰώβ·εὐγενὴς γὰρ ἦν τῶν ἀφ' ἡλίου ἀνατολῶν· τῷ Ἰὼβ ἡμέρα, τῷ διαβόλῳ νύξ· ἐψηλάφησεν γὰρ καὶ οὐχ εὗρεν. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἀρκεῖ αὐτῷ τῆς προσηγορίας ἡ διαβολὴ πρὸς ἐγκωμίων παράστασιν. ∆ιάβολος ἤκουσεν· ὃ ἐποίησεν ἔλαβεν, ὃ ἐζήτησεν ἐκλήθη, ὃ ἠθέλησεν ἐκληρονόμησεν· οὐκέτι ἄγγελος, τὸ τῆς φύσεως ὄνομα, ἀλλὰ διάβολος, τὸ τῆς προθέσεως παρεγγύημα· ἄγγελοι ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελοι, διάβολος ἀπὸ τοῦ διαβάλλειν διάβολος. Ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. Ἦλθεν ἐν μέσῳ, οὐκέτι τὸ τῆς παρρησίας ἀλλὰ τὸ τῆς αἰσχύνης πρόσωπον ἐπιφερόμενος, οὐκέτι τὸ βασιλικὸν πέπλον ἀλλὰ τὸ σατανικὸν ῥάκκος ἐπαγόμενος. Καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας; Ὢ τῶν παραδόξων πραγμάτων. Ἠγνόει ὁ κύριος πόθεν ὁ διάβολος παραγέγονεν, ὁ γινώσκων βαθέα καὶ ἀπόκρυφα, ὁ τῶν καρδιῶν ἰχνηλάτης; Πόθεν παραγέγονας; Οὐχ ὡς ἀγνοῶν ἠρώτα, ἀλλ' ὡς βουλόμενος αὐτὸν ἐκ τοῦ στόματος αὐτοῦ κατακρῖναι· οὕτως γὰρ τὸν ὁμοιότροπον αὐτοῦ Κάϊν ἤλεγξε λέγων πρὸς αὐτόν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Οὐχ ὡς ἀγνοῶν ἠρώτα ὁ τῆς φωνῆς τοῦ αἵματος ἀκούων, ἀλλὰ βουλόμενος αὐτὸν ἐντελέστερον κατακρῖναι. Καὶ ὁ διάβολός φησιν