In Job (homilia 4)

 ὡς τὸν διάβολον ἀποκρινόμενον τῷ κυρίῳ καὶ τὸν κύριον τῷ διαβόλῳ παρέστησεν. Προσωποποιΐας χάριν, οὐχὶ δὲ ἀληθείας· οὐ γὰρ πρὸς λέξιν ἤδη καὶ τὸ νόημα

 ἦλθεν ἐν μέσῳ αὐτῶν, καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ὁ δὲ διάβολος πρὸς τὸν κύριον· Πόθεν παραγέγονα; Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπα

 νεφελῶν καὶ ὅμοιος ἔσομαι τοῦ ὑψίστου; Πῶς ὄνων καὶ καμήλων οὐ περιγίνῃ, ἀλλὰ τὴν ἐμὴν χεῖρα εἰς συμμαχίαν ζητεῖς; Ἀλλ' ὅμως ἐπινεύω τῇ αἰτήσει σου, ο

 ἔξω διῆγες, πῶς ἔγνως ὅτι τὰ παιδία τετελευτήκασιν; Ὅμως λέγε μοι, ἐχωνεύθησαν οἱ ἑπτά, οἱ τῆς ἐμῆς ἀρρενογονίας ἰσοστάχυες χρύσεοι στύλοι; Ἀπεσβέσθησ

νεφελῶν καὶ ὅμοιος ἔσομαι τοῦ ὑψίστου; Πῶς ὄνων καὶ καμήλων οὐ περιγίνῃ, ἀλλὰ τὴν ἐμὴν χεῖρα εἰς συμμαχίαν ζητεῖς; Ἀλλ' ὅμως ἐπινεύω τῇ αἰτήσει σου, οὐ σοὶ παραχωρῶν, ἀλλὰ τὸν ἐμὸν στρατιώτην φαιδρότερον ἀποδεῖξαι βουλόμενος. Ὁ γὰρ ἐν πλούτῳ εὐάρεστος, καὶ ἐν πενίᾳ δόκιμος. Πλοῦτος πενίας φορτικώτερον καὶ πρὸς ἁμαρτίαν τιμιώτερον· ὅπερ γάρ ἐστι χόρτος πυρί, τοῦτο πλοῦτος ματαιόφρονι. Ἀλλ' ὅμως ὁ Ἰὼβ ὁ τοιοῦτος, ὡς ἐν πλούτῳ ἤνθησε καὶ ἐν πενίᾳ στεφανωθήσεται· πενίαν γὰρ ἀνάγκη παιδεύει, πλοῦτον δὲ πρόθεσις στεφανοῖ. ∆ιάβολε, ἤδη προλέγω σοι, ὅτι πᾶσαν μὲν τὴν ὕπαρξιν τοῦ Ἰὼβ θερίσεις, τὴν δὲ ἀνδρείαν αὐτοῦ οὐ μὴ ἐκλύσῃς. Ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ, οὐχ ὅτι ἀσθενὴς ὁ ἀθλητής, ἀλλ' ὅτι πρὸς τὴν αἴτησίν σου δίδωμι καὶ τὴν συγχώρησιν. Εἶπες ὅτι "∆ιὰ χρημάτων σε σέβεται"· λάβε τῶν χρημάτων μόνον τὴν ἐξουσίαν, ὅπως μάθῃς πότερον τῶν χρημάτων δεσπόζει ἢ τὰ χρήματα αὐτοῦ περιγίνεται. Ταύτην τὴν ἐξουσίαν λαβὼν ὁ διάβολος ἐξῆλθε χαίρων ἀπὸ προσώπου κυρίου, ὁ ἀεὶ ἐκ προσώπου κυρίου ἐκπορευόμενος. Ἐξελθὼν δὲ μυριόσαλον κλύδωνα ἐξήγειρε τῷ Ἰώβ, εὐθέως καταστρέφων, ἐμπυρίζων, ἀπολλύων, αἰχμαλωτίζων, δοκῶν ὅτιπερ τῷ πλεονασμῷ τῆς ζάλης δύναται βυθίσαι τὸ σῶμα, τὸ ἔμψυχον τοῦ Ἰὼβ σκάφος, μὴ συνειδὼς ὅτι ἔσω λιμένος παρώρμισται τῇ τῆς πίστεως ἀγκύρᾳ πανταχόθεν ἠσφαλισμένος. Καὶ ὅτι ποικίλους πειρασμοὺς καὶ χειμῶνας ἐξήγειρεν ὁ διάβολος κατὰ τοῦ Ἰώβ, ἤκουες ἀρτίως τοῦ συγγραφέως λέγοντος· Ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος λέγων τῷ Ἰώβ· Τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν στόματι μαχαίρας· καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. Ἔτι τούτου λαλοῦντος· συνεχεῖς τοὺς ἀγγέλους πληθύνει δοκῶν τὸν στρατιώτην ἐκλύειν. Μὴ ἄγγελον νομίσῃς, ἀλλ' αὐτὸν τὸν διάβολον νόει· αὐτὸς γὰρ ὁ διάβολος, ὡς πανοῦργος καὶ σοφὸς εἰς τὸ κακοποιῆσαι, αὐτὸς ἑαυτὸν μετασχηματίζων εἰς τοὺς οἰκέτας τοῦ Ἰώβ, ποτὲ μὲν ὡς ποιμένος, ποτὲ δὲ ὡς βουκόλου, ποτὲ δὲ ὡς τοῦ βόσκοντος τὰς καμήλους, οὕτω συχνῶς αὐτὸς δι' ἑαυτοῦ βαδίζων τὰς προσόδους αὐτῷ τῶν πειρασμῶν προσέφερεν. Ἀλλ' ὁ μὲν διάβολος ἐν τούτοις, ὁ δὲ Ἰὼβ ὡς πέτρα τις τοῖς βιαίοις κύμασι προσανέχουσα ἀκύμαντος καὶ ἀσάλευτος ἔστη. ∆ιὸ τὴν μὲν τῶν βοῶν καὶ πάσης τῆς λοιπῆς ὑπάρξεως ἀπώλειαν γενναίως ὁ Ἰὼβ ἤνεγκεν. Μόνον δὲ ἤκουσε τοῦ τετάρτου ἀγγέλου τὸν ὁμοιόσχημον τῶν τέκνων θάνατον φέροντος, εὐθέως ὁ Ἰὼβ ἐκάμφθη μικρὸν πατρικοῖς σπλάγχνοις λυγισθείς, ἵνα γνωσθῇ ὅτι ἄνθρωπος ἦν. ∆ιὸ καὶ μόνον ἤκουσε τοῦ τετάρτου ἀγγέλου λέγοντος πρὸς αὐτόν· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ υἱῷ σου τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ ἐξαίφνης πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν, ταῦτα ἀκούσας ὁ Ἰὼβ εὐθέως ἐπέσχε καὶ κατέσχε τὸν ἄγγελον, περιεβλέπετο τὰς ὄψεις, ἵνα γνωρίσῃ τίς ἐστιν ὁ μηνύων καὶ τίς ὁ τοιαύτην ἀγγελίαν προσενέγκαι τολμήσας. Ὁ δὲ διάβολος κατεχόμενος τὰς ὄψεις ἀπέστρεφεν, δραπετεύειν ἠβούλετο, ὑπὸ δικαίου κρατεῖσθαι τὸ σύνολον οὐκ ἠνείχετο. ∆ιὸ καὶ ὁ Ἰώβ, ὡς εἶδεν αὐτὸν θορυβούμενον καὶ ὧδε κἀκεῖσε περιστρεφόμενον καὶ τὸ πρόσωπον δεῖξαι μὴ βουλόμενον, μὴ εἰδὼς ἔτι τίς ἐστιν, τραχυνόμενος ἐπηρώτα τοῦτον· Λέγε μοι σύ, ἡ τῶν κακῶν προσθήκη, πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. Μὴ σὺ εἶ τὸ πνεῦμα; Μὴ σὺ εἶ ὁ τῆς ἐρήμου πολίτης; Πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου, ἀνθρώπινον τὸ σχῆμα καὶ τὸ πρόσωπον ἀπρόσωπον. Πνεῦμα μέγα ἐξῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας. Λέγε μοι, ἔνδον ἦς τῆς οἰκίας ἢ ἔξω; Εἰ ἔνδον ἦς, πῶς διεσώθης; Εἰ