τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ ὃ δεῖ, οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ «καθὸ δεῖ» ἡ κατάστασις τοῦ εὐχομένου· οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν ὃ δεῖ· «αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται,» καὶ «αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται,» καὶ «προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς,» καὶ «δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργά τας εἰς τὸν θερισμὸν αὐτοῦ,» καὶ «προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμὸν,» καὶ «προσεύχεσθε, ἵνα μὴ γένηται ὑμῶν ἡ φυγὴ χειμῶνι μηδὲ σαββάτῳ,» καὶ «προσευχόμενοι δὲ μὴ βαττολογήσητε,» καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον· τὸ δὲ «καθὸ δεῖ»· «βούλομαι οὖν προσ εύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλ', ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι' ἔργων ἀγαθῶν.» τοῦ δὲ «καθὸ δεῖ» διδασκαλικόν ἐστι καὶ τό· «ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου»· ποῖον γὰρ θεῷ δῶρον ἀπὸ τοῦ λογικοῦ μεῖζον ἀνα πέμπεσθαι δύναται εὐώδους λόγου εὐχῆς, προσφερομένης ἀπὸ συνει δότος μὴ ἔχοντος δυσῶδες ἀπὸ τῆς ἁμαρτίας; ἔτι δὲ τοῦ «καθὸ δεῖ» τό· «μὴ ἀποστερεῖτε ἀλλήλους, ἐὰν μή τι ἐκ συμφωνίας πρὸς και ρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ ἐπιχαρῇ ὑμῖν ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.» διὰ τούτων γὰρ ἐμποδίζεται τὸ «καθὸ δεῖ,» ἐὰν μὴ καὶ τῶν κατὰ τὸν γάμον σιω πᾶσθαι ἀξίων μυστηρίων τὸ ἔργον σεμνότερον καὶ βραδύτερον καὶ ἀπαθέστερον γίνηται, τῆς λεγομένης ἐνταυθοῖ «συμφωνίας» τὸ ἀσύμ φωνον τοῦ πάθους ἀφανιζούσης καὶ τὴν ἀκρασίαν ἀναλισκούσης τοῦ τε σατανᾶ τὸ ἐπιχαιρησίκακον κωλυούσης. πρὸς τούτοις τοῦ «καθὸ δεῖ» ἐστι διδασκαλικὸν τό· «ἐὰν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἂν ἔχητε κατά τινος»· καὶ τὸ παρὰ τῷ Παύλῳ δέ· «πᾶς ἀνὴρ εὐχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κε φαλὴν αὐτοῦ, πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατα καλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς» τοῦ «καθὸ δεῖ» ἐστι παραστατικόν. 2.3 ἀλλὰ ταῦτα πάντα ἐπιστάμενος Παῦλος καὶ τούτων πολλα πλασίονα ἀπὸ νόμου καὶ προφητῶν τοῦ τε εὐαγγελικοῦ πληρώματος παραθέσθαι δυνάμενος μετὰ ποικιλότητος τῆς εἰς ἕκαστον διηγήσεως, ἀπὸ διαθέσεως οὐ μετριαζούσης μόνον ἀλλὰ καὶ ἀληθευούσης φησίν (ὁρῶν δὲ καὶ μετὰ ταῦτα πάντα ὅσον ἀπολείπεται τοῦ εἰδέναι προσεύξασθαι τί δεῖ «καθὸ δεῖ»)· τὸ δὲ ὅ τι προσεύξασθαι δεῖ «καθὸ δεῖ οὐκ οἴδαμεν»· καὶ τοῦτο τῷ λόγῳ προστίθησιν, ὅθεν ἀναπληροῦται τὸ ἐλλεῖπον τῷ μὴ εἰδότι μὲν ἑαυτὸν δὲ ἄξιον τοῦ ἀναπληρωθῆναι ἐν αὐτῷ τὸ ἐλλεῖπον παρασκευάσαντι, λέγει γὰρ ὅτι «αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.» τὸ δὲ ἐν ταῖς καρδίαις τῶν μακα ρίων κρᾶζον «ἀββὰ ὁ πατὴρ» «πνεῦμα,» ἐπιστάμενον ἐπιμελῶς τοὺς ἐν τῷ σκήνει στεναγμοὺς, ἀξίους τυγχάνοντας εἰς τὸ βαρῦναι τοὺς πεπτωκότας ἢ παραβεβηκότας, «στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ,» τοὺς ἡμετέρους διὰ τὴν πολλὴν φιλανθρωπίαν καὶ συμπά θειαν ἀναδεχόμενον στεναγμούς· κατὰ δὲ τὴν ἐν αὐτῷ σοφίαν ὁρῶν τὴν ταπεινωθεῖσαν «εἰς χοῦν» ψυχὴν ἡμῶν καὶ ἐν τῷ σώματι «τῆς ταπεινώσεως» καθειργμένην, οὐ τοῖς τυχοῦσι «στεναγμοῖς» χρώμενον «ὑπερεντυγχάνει τῷ θεῷ» ἀλλά τισιν «ἀλαλήτοις,» ἐχομένοις τῶν ἀῤῥήτων λόγων, ὧν οὐκ ἔστιν ἀνθρώπῳ λαλεῖν. τοῦτο δὴ τὸ πνεῦμα, οὐκ ἀρκούμενον τῷ ἐντυγχάνειν τῷ θεῷ, ἐπιτεῖνον τὴν ἔντευξιν «ὑπερεντυγχάνει,» ἐγὼ οἶμαι ὅτι περὶ τῶν ὑπερνικώντων, ὁποῖος Παῦλος ἦν λέγων· «ἀλλ' ἐν τούτοις πᾶσιν