De oratione

 τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ ὃ δεῖ, οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ «καθὸ δεῖ» ἡ κατάστασις τοῦ εὐχομένου· οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν ὃ δ

 ὑπερνικῶμεν.» εἰκὸς δ' ὅτι «ἐντυγχάνει» μόνον περὶ τῶν οὐ τηλικούτων μὲν, ὡς ὑπερνικᾶν, οὐ τοιούτων δὲ πάλιν, ὥστε νικᾶσθαι, ἀλλὰ νικώντων. 2.4 ἐχόμεν

 θεὸς μετ' ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δώῃ μοι ἄρ τον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. καὶ ἀποστρέψῃ με μετὰ σω τηρίας

 φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος· ἄνθρωπος, ὃς ἐὰν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ,

 πρόνοιαν εἶναι λεγόντων· οὐ γὰρ πρόκειται νῦν ἐξετάζειν τὰ λεγόμενα ὑπὸ τῶν πάντῃ ἀναι ρούντων θεὸν ἢ πρόνοιαν)· «ὁ θεὸς» οἶδε «τὰ πάντα πρὸ γενέσεως

 ὄντος τοῦ θεοῦ καὶ τὰ ὅλα προκατειληφότος μένοντός τε ἐν τοῖς προδιατεταγμένοις, εὔχεσθαι, οἰόμενον μετατρέψειν διὰ τῆς εὐχῆς αὐτοῦ τὴν πρόθεσιν ἢ ὡς

 καὶ ἐκ τοῦ ἐφ' ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ' ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ

 «μὴ καυ χήσηται» «ἐνώπιον» ἐμοῦ ἀλλὰ λέγῃ· «οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ,» καὶ αἰσθόμενος τῆς ἐσομένης μου

 εὐχῆς ὀνίνησι τοὺς πείσαντας ἑαυτοὺς ὅτι παρόντι καὶ ἀκούοντι παρεστήκασι καὶ λέγουσι θεῷ; 9.1 Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτ

 τῷ θεῷ, ἃ βούλεται πρὸς γυμνάσιον ἡμῶν διατασσομένῳ, ἀλλὰ μηδὲ κατὰ τὸ κρυπτὸν τῶν λογισμῶν γογγύζοντος χωρὶς ἀκουστῆς ἀνθρώποις φωνῆς· ὅντινα γογγυσμ

 αὐτὸν ὑπεροχὴν, καὶ προ τείνοντος «τὴν δεξιὰν» παραδιδόντος τε «τῷ Ἰούδᾳ ῥομφαίαν χρυ σῆν,» ᾧ ἐμαρτύρει ἄλλος ἅγιος προκεκοιμημένος λέγων· «οὗτός ἐστι

 ἄγγελος, «καὶ τῶν» ἐν τῇ ἐκκλησίᾳ «μικρῶν,» «διὰ παντὸς» βλέπων «τὸ πρόσωπον τοῦ πατρὸς» «τοῦ ἐν τοῖς οὐρανοῖς» καὶ ἐνορῶν τοῦ κτίσαντος ἡμᾶς τὴν θειό

 προσευχὴν τοῦ Ὀλοφέρνου μετὰ θεοῦ περιγίνεται καὶ μία γυνὴ τῶν Ἑβραίων αἰσχύνην ἐποίησε τῷ οἴκῳ τοῦ Ναβουχοδονόσορ· «Ἀνανίας» δὲ «καὶ Ἀζαρίας καὶ Μισα

 βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας «λέ οντα καὶ δράκοντα» τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησά μενος «τοῦ

 δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένην ὑπό του, ἔντευξιν δὲ τὴν ὑπὸ παῤῥησίαν τινὰ πλεί ονα ἔχοντος περί τινων ἀξίωσιν πρὸς θεὸν, εὐχα

 εὐχαριστίας δὲ παράδειγμα ἡ τοῦ κυρίου ἡμῶν φωνὴ, λέγοντος· «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν κα

 βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐ τῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί <σοι>, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐ

 σὺν αὐτῷ τὴν νοητὴν εὐλογίαν φθάνουσαν ἐπὶ πάντας τοὺς ἁγίους, εἰρημένην ὑπὸ τοῦ Ἰσαὰκ τῷ Ἰακὼβ, τήν· «δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ,» ἐπὶ

 μένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων, καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ ἐπισταμένῳ «ὧν χρείαν» διὰ τὸ ἐπί

 ὑποκριτῶν γὰρ ἔργον ἐστὶ τὸ τοῖς ἀνθρώποις ἐναβρύνεσθαι ἐπ' εὐσεβείᾳ θέλειν ἢ τῷ κοινωνικῷ. δέον δὲ μεμνημένους τοῦ «πῶς δύνασθε πιστεῦσαι ὑμεῖς, δόξα

 20.2 ἐπιμελῶς δὲ ἀκουστέον τοῦ «φανῶσιν,» ἐπεὶ οὐδὲν φαινό μενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαν τασίαν πλανῶν ἀλλ' οὐκ ἀκρι

 θεὸς 20πατὴρ20 οὐκ εἴρηται, ἢ οἱ πεπιστευκέναι νομιζό μενοι θεῷ υἱοὶ οὐκ ὠνομάσθησαν θεοῦ, ἀλλ' ὅτι ἐν προσευχῇ τὴν ἀπὸ τοῦ σωτῆρος κατηγγελμένην παῤῥ

 μεμίμηται τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ γέγονε «κατ' εἰκόνα τοῦ κτίσαντος,» ἀνατέλλον τος «τὸν ἥλιον» «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ» βρέχοντος

 20πατέρα20» πορευέσθω. καὶ τὸ ἐπὶ τέλει δὲ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέ βηκα πρὸς τὸν 20πατέρα20 μου» μυστικώτερον νοῆσα

 ὑπὲρ τοῦ πάντοθεν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν πεῖσαι τὸν ἐντυγχάνοντα ὑψηλότερον καὶ πνευματικώτερον ἀκούειν τῆς θείας γραφῆς, ὅταν δοκῇ ἐν τόπῳ δ

 ἐστι τὸ ὑψοῦν «0τὸ ὄνομα20» τοῦ θεοῦ «ἐπὶ τὸ αὐτὸ,» <ὅτε> μετα λαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν, ἐφη

 κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ

 ἡμῖν τοῖς «0ἐπὶ γῆς20» ὁμοίως ἐκείνοις κατὰ πάντα γενέσθαι «τὸ 20θέλημα20» τοῦ θεοῦ· ὅπερ συμβήσεται, μηδὲν ἡμῶν παρὰ «0τὸ θέλημα20» πραττόντων αὐτοῦ.

 θεότητι καὶ ἑνούμενος αὐτῷ. 26.5 μὴ λύοντος δέ πω τοῦ δευτέρου τὰ ἠπορημένα περὶ τοῦ πῶς «0τὸ θέλημα20» τοῦ θεοῦ ἐστιν «0ἐν οὐρανῷ20,» τῶν «ἐν τοῖς ἐπ

 πλειόνων ταῦτα παραθησόμεθα. φησὶν ἐν τῷ κατὰ Ἰωάννην πρὸς ἐληλυθότας εἰς Καφαρναοὺμ ζητεῖν αὐτόν· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ <με> οὐχ ὅτι εἴδετε σ

 οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σάρκινοι» καὶ ἐν τῇ πρὸς Ἑβραίους· «καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μετέχων γάλα

 ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔγκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον. ποιότητας δὲ διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν

 ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συν εργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ

 ψαλμοῖς οὕτως· «χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν» (ἥτις ποτέ ἐστιν ἡ διαβόητος χιλιονταετηρὶς, <ἣ> ὁμοιοῦται τῇ «ἐχθὲς» ἡμέ

 «0σήμερον20» ἀλλὰ καί πως τοῦ «0καθ' ἡμέραν20» ὁ «0σήμερον20» εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι «ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν» λαβεῖν ο

 καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων, ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ 20ὀφειλέτης20 ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶ

 οὐράνιος ποιήσει, ἐὰν μὴ 20ἀφῆτε20 ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.» λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν 20ἀφετέον20, κ

 ἐνενόησαν πρὸς θεόν»· περὶ γὰρ δισταζομένων εἰ ἡμάρ τηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν. 29.1 «0Καὶ μὴ εἰσενέγκῃς ἡ

 οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω 20πειρασμῶν20 ἀνθρώ πους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστι

 πάντα καιρὸν 20πειρασμοῦ20 εἶναι τοῖς ἀνθρώποις καὶ ταῦτα· οὐδὲ ὁ τὸν νόμον τοῦ θεοῦ μελετῶν «ἡμέρας καὶ νυκτὸς» καὶ ἀ σκῶν κατορθῶσαι τὸ εἰρημένον· «

 τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς· ἡμῖν δὲ ἤδη διὰ τὰ ἐπαπορηθέντα περὶ τοῦ «0μὴ

 τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐρ

 ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν 20πειρασμῶν20 ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι 20πειρασμοὶ20 ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵ

 περιβαλεῖν (εἴληφε γὰρ), ἀλλὰ <τῷ> «ἐν πᾶσι τοῖς συμβεβηκόσι» μηδὲν ἁμαρτεῖν αὐτὸν ἐνώπιον «τοῦ κυρίου» ἀλλὰ ἀναφανῆναι δίκαιον· τοῦ εἰπόντος· «μὴ δωρ

 εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χα μόθεν τ

 οἷόν τε ἐστὶν, ἐὰν μὴ «ἐκ συμφώνου πρὸς καιρὸν» τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον. 31.5 ἔχει δέ τι ἐπίχαρι εἰς ὠφ

 ταῦτα δέ μοι ἀναγκαίως εἰρῆσθαι φαίνεται, τόπον εὐχῆς ἐξετάζοντι καὶ τὸ ἐξαίρετον ὡς ἐν τόπῳ παριστάντι ἐπὶ τῆς τῶν ἁγίων καὶ εὐλα βέστερον ἐπὶ τὸ αὐτ

 ἕνεκα τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε.» 33.4 τῶν δὲ ἐξομολογήσεων παράδειγμα· «ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,» καὶ ἐν ἄλλοις· «προσώζεσαν καὶ ἐ

κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι εἰς τὸ ὑπα κούειν ταῖς ἐπιθυμίαις αὐτῆς.» 25.2 ἀλλ' ἐρεῖ τις πρὸς ἀμφότερα, τό τε «0ἁγιασθήτω τὸ ὄνομά σου20» καὶ τὸ «0ἐλθέτω ἡ βασιλεία σου20,» ὅτι, εἰ ὁ εὐχόμενος ἐπὶ τῷ ἐπακούεσθαι εὔχεται καὶ ἐπακούεταί ποτε, δηλονότι 20ἁγιασ θήσεταί20 ποτε τινὶ κατὰ τὰ προειρημένα «τὸ 20ὄνομα20» τοῦ θεοῦ, ᾧ καὶ «ἡ 20βασιλεία20» τοῦ θεοῦ ἐνστήσεται. εἰ δὲ ταῦτ' αὐτῷ ἔσται, πῶς ἔτι καθηκόντως εὔξεται περὶ τῶν παρόντων ἤδη ὡς μὴ παρόν των λέγων· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20»; εἰ δὲ τοῦτο, ἔσται ποτὲ καθῆκον μὴ λέγειν· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20.» λεκτέον πρὸς ταῦτα ὅτι, ὥσπερ ὁ εὐχόμενος λόγου «γνώσεως» τυχεῖν καὶ λόγου «σοφίας» καθηκόντως ἀεὶ περὶ τούτων εὔξεται, ἀεὶ μὲν πλείονα θεωρήματα «σοφίας» καὶ «γνώσεως» ἐν τῷ ἐπακούεσθαι ληψόμενος, πλὴν «ἐκ μέ ρους» γινώσκων μὲν ὅσα ποτ' ἂν χωρῆσαι ἐπὶ τοῦ παρόντος δυνηθῇ, τοῦ <δὲ> τελείου καὶ καταργοῦντος «τὸ ἐκ μέρους» «τότε» φανερω θησομένου, ὅτε «πρόσωπον πρὸς πρόσωπον» ὁ νοῦς προσβάλλει χωρὶς αἰσθήσεως τοῖς νοητοῖς· οὕτως «τὸ τέλειον» τοῦ 20ἁγιασθῆναι20 ἑκάστῳ ἡμῶν «0τὸ ὄνομα20» τοῦ θεοῦ καὶ τοῦ ἐνστῆναι αὐτοῦ 20τὴν βασιλείαν20 οὐχ οἷόν τε ἐστὶν, ἐὰν μὴ «0ἔλθῃ20» καὶ· «τὸ» περὶ τῆς «γνώσεως» καὶ «σοφίας» «τέλειον» τάχα δὲ καὶ τῶν λοιπῶν ἀρετῶν. ὁδεύομεν δὲ ἐπὶ τὴν τελειότητα, ἐὰν «τοῖς» «ἔμπροσθεν» ἐπεκτεινόμε νοι τῶν ὄπισθεν ἐπιλανθανώμεθα. τῇ οὖν ἐν ἡμῖν 20βασιλείᾳ20 τοῦ θεοῦ ἡ ἀκρότης ἀδιαλείπτως προκόπτουσιν ἐνστήσεται, ὅταν πλη ρωθῇ τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον, ὅτι ὁ Χριστὸς, πάντων αὐτῷ τῶν ἐχθρῶν ὑποταγέντων, παραδώσει «0τὴν βασιλείαν20 τῷ θεῷ καὶ πατρὶ,» «ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσι.» διὰ τοῦτο «ἀδιαλείπτως» προσευχόμενοι μετὰ διαθέσεως τῷ λόγῳ θεοποιου μένης λέγωμεν τῷ ἐν οὐρανοῖς πατρὶ ἡμῶν· «0ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου20.» 25.3 ἔτι δὲ περὶ 20τῆς20 τοῦ θεοῦ 20βασιλείας20 καὶ τοῦτο διαληπ τέον, ὅτι, ὥσπερ οὐκ ἔστι «μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ» οὐδὲ «κοινωνία φωτὶ πρὸς σκότος» οὐδὲ «συμφώνησις Χριστῷ πρὸς Βελίαρ,» οὕτως ἀσυνύπαρκτόν ἐστι 20τῇ βασιλείᾳ20 τοῦ θεοῦ 20βασιλεία20 τῆς ἁμαρτίας. εἰ τοίνυν θέλομεν ὑπὸ θεοῦ βασιλεύεσθαι, μηδαμῶς «βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι,» μηδὲ ὑπακούω μεν τοῖς προστάγμασιν αὐτῆς, ἐπὶ «τὰ ἔργα τῆς σαρκὸς» καὶ τὰ ἀλλό τρια τοῦ θεοῦ προκαλουμένης ἡμῶν τὴν ψυχήν· ἀλλὰ νεκρώσαντες «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς» καρποφορῶμεν τοὺς καρποὺς «τοῦ πνεύματος,» ἵνα ὡς «ἐν» «παραδείσῳ» πνευματικῷ κύριος ἡμῖν ἐμπεριπατῇ, βασιλεύων ἡμῶν μόνος σὺν τῷ Χριστῷ αὐτοῦ, ἐν ἡμῖν «ἐκ δεξιῶν» καθημένῳ ἧς εὐχόμεθα λαβεῖν «δυνάμεως» πνευματικῆς καὶ καθεζομένῳ, «ἕως» πάντες οἱ ἐν ἡμῖν ἐχθροὶ αὐτοῦ γένωνται «ὑποπόδιον τῶν ποδῶν» αὐτοῦ καὶ καταργηθῇ ἀφ' ἡμῶν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις. δυνατὸν γὰρ ταῦτα καθ' ἕκαστον ἡμῶν γενέσθαι καὶ τὸν ἔσχατον ἐχθρὸν καταργηθῆναι, τὸν θάνατον, ἵνα καὶ ἐν ἡμῖν λέγηται ὑπὸ τοῦ Χριστοῦ· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» ἤδη τοίνυν «τὸ φθαρτὸν» ἡμῶν ἐνδυσάσθω τὴν ἐν ἁγνείᾳ καὶ πάσῃ καθαρότητι ἁγιωσύνην καὶ «ἀφθαρσίαν,» «καὶ τὸ θνητὸν» ἀμφιεσάσ θω, τοῦ θανάτου κατηργημένου, τὴν πατρικὴν «ἀθανασίαν»· ὥστε ἡμᾶς βασιλευομένους ὑπὸ τοῦ θεοῦ ἤδη εἶναι ἐν τοῖς παλιγγενεσίας καὶ ἀναστάσεως ἀγαθοῖς. 26.1 «0Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς20.» ὁ Λουκᾶς μετὰ τὸ «0ἐλθέτω ἡ βασιλεία σου20» ταῦτα παρασιωπήσας ἔταξε· «0τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν20»· διόπερ ἃς προετάξαμεν λέξεις ὡς παρὰ μόνῳ τῷ Ματθαίῳ κειμένας ἐξετάσωμεν ἀκολούθως τοῖς πρὸ τούτων. ἔτι ὄντες «0ἐπὶ γῆς20» οἱ εὐχόμενοι, νοοῦντες «0ἐν οὐρανῷ20» γεγονέναι «0τὸ θέλημα20» τοῦ θεοῦ παρὰ πᾶσι τοῖς οἰκείοις τῶν 20οὐρανῶν20, εὐξώ μεθα καὶ