De oratione

 τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ ὃ δεῖ, οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ «καθὸ δεῖ» ἡ κατάστασις τοῦ εὐχομένου· οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν ὃ δ

 ὑπερνικῶμεν.» εἰκὸς δ' ὅτι «ἐντυγχάνει» μόνον περὶ τῶν οὐ τηλικούτων μὲν, ὡς ὑπερνικᾶν, οὐ τοιούτων δὲ πάλιν, ὥστε νικᾶσθαι, ἀλλὰ νικώντων. 2.4 ἐχόμεν

 θεὸς μετ' ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δώῃ μοι ἄρ τον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι. καὶ ἀποστρέψῃ με μετὰ σω τηρίας

 φυλῶν υἱῶν Ἰσραὴλ λέγων· τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος· ἄνθρωπος, ὃς ἐὰν εὔξηται εὐχὴν κυρίῳ ἢ ὀμόσῃ ὅρκον ὁρισμῷ ἢ ὁρίσηται περὶ τῆς ψυχῆς αὐτοῦ,

 πρόνοιαν εἶναι λεγόντων· οὐ γὰρ πρόκειται νῦν ἐξετάζειν τὰ λεγόμενα ὑπὸ τῶν πάντῃ ἀναι ρούντων θεὸν ἢ πρόνοιαν)· «ὁ θεὸς» οἶδε «τὰ πάντα πρὸ γενέσεως

 ὄντος τοῦ θεοῦ καὶ τὰ ὅλα προκατειληφότος μένοντός τε ἐν τοῖς προδιατεταγμένοις, εὔχεσθαι, οἰόμενον μετατρέψειν διὰ τῆς εὐχῆς αὐτοῦ τὴν πρόθεσιν ἢ ὡς

 καὶ ἐκ τοῦ ἐφ' ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ' ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ

 «μὴ καυ χήσηται» «ἐνώπιον» ἐμοῦ ἀλλὰ λέγῃ· «οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ,» καὶ αἰσθόμενος τῆς ἐσομένης μου

 εὐχῆς ὀνίνησι τοὺς πείσαντας ἑαυτοὺς ὅτι παρόντι καὶ ἀκούοντι παρεστήκασι καὶ λέγουσι θεῷ; 9.1 Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτ

 τῷ θεῷ, ἃ βούλεται πρὸς γυμνάσιον ἡμῶν διατασσομένῳ, ἀλλὰ μηδὲ κατὰ τὸ κρυπτὸν τῶν λογισμῶν γογγύζοντος χωρὶς ἀκουστῆς ἀνθρώποις φωνῆς· ὅντινα γογγυσμ

 αὐτὸν ὑπεροχὴν, καὶ προ τείνοντος «τὴν δεξιὰν» παραδιδόντος τε «τῷ Ἰούδᾳ ῥομφαίαν χρυ σῆν,» ᾧ ἐμαρτύρει ἄλλος ἅγιος προκεκοιμημένος λέγων· «οὗτός ἐστι

 ἄγγελος, «καὶ τῶν» ἐν τῇ ἐκκλησίᾳ «μικρῶν,» «διὰ παντὸς» βλέπων «τὸ πρόσωπον τοῦ πατρὸς» «τοῦ ἐν τοῖς οὐρανοῖς» καὶ ἐνορῶν τοῦ κτίσαντος ἡμᾶς τὴν θειό

 προσευχὴν τοῦ Ὀλοφέρνου μετὰ θεοῦ περιγίνεται καὶ μία γυνὴ τῶν Ἑβραίων αἰσχύνην ἐποίησε τῷ οἴκῳ τοῦ Ναβουχοδονόσορ· «Ἀνανίας» δὲ «καὶ Ἀζαρίας καὶ Μισα

 βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας «λέ οντα καὶ δράκοντα» τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησά μενος «τοῦ

 δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένην ὑπό του, ἔντευξιν δὲ τὴν ὑπὸ παῤῥησίαν τινὰ πλεί ονα ἔχοντος περί τινων ἀξίωσιν πρὸς θεὸν, εὐχα

 εὐχαριστίας δὲ παράδειγμα ἡ τοῦ κυρίου ἡμῶν φωνὴ, λέγοντος· «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν κα

 βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐ τῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί <σοι>, καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐ

 σὺν αὐτῷ τὴν νοητὴν εὐλογίαν φθάνουσαν ἐπὶ πάντας τοὺς ἁγίους, εἰρημένην ὑπὸ τοῦ Ἰσαὰκ τῷ Ἰακὼβ, τήν· «δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ,» ἐπὶ

 μένως καὶ ἀληθῶς μεγάλων καὶ ἐπουρανίων, καὶ τὰ περὶ τῶν ἐπακολουθουσῶν σκιῶν τοῖς προηγουμένοις θεῷ ἐπιτρεπτέον, τῷ ἐπισταμένῳ «ὧν χρείαν» διὰ τὸ ἐπί

 ὑποκριτῶν γὰρ ἔργον ἐστὶ τὸ τοῖς ἀνθρώποις ἐναβρύνεσθαι ἐπ' εὐσεβείᾳ θέλειν ἢ τῷ κοινωνικῷ. δέον δὲ μεμνημένους τοῦ «πῶς δύνασθε πιστεῦσαι ὑμεῖς, δόξα

 20.2 ἐπιμελῶς δὲ ἀκουστέον τοῦ «φανῶσιν,» ἐπεὶ οὐδὲν φαινό μενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαν τασίαν πλανῶν ἀλλ' οὐκ ἀκρι

 θεὸς 20πατὴρ20 οὐκ εἴρηται, ἢ οἱ πεπιστευκέναι νομιζό μενοι θεῷ υἱοὶ οὐκ ὠνομάσθησαν θεοῦ, ἀλλ' ὅτι ἐν προσευχῇ τὴν ἀπὸ τοῦ σωτῆρος κατηγγελμένην παῤῥ

 μεμίμηται τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ γέγονε «κατ' εἰκόνα τοῦ κτίσαντος,» ἀνατέλλον τος «τὸν ἥλιον» «ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ» βρέχοντος

 20πατέρα20» πορευέσθω. καὶ τὸ ἐπὶ τέλει δὲ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέ βηκα πρὸς τὸν 20πατέρα20 μου» μυστικώτερον νοῆσα

 ὑπὲρ τοῦ πάντοθεν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν πεῖσαι τὸν ἐντυγχάνοντα ὑψηλότερον καὶ πνευματικώτερον ἀκούειν τῆς θείας γραφῆς, ὅταν δοκῇ ἐν τόπῳ δ

 ἐστι τὸ ὑψοῦν «0τὸ ὄνομα20» τοῦ θεοῦ «ἐπὶ τὸ αὐτὸ,» <ὅτε> μετα λαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν, ἐφη

 κελευόμεθα ὑπὸ τοῦ Παύλου μηκέτι ὑποτάσσεσθαι θελούσῃ τῇ ἁμαρτίᾳ βασιλεύειν ἡμῶν, καὶ προστασσόμεθά γε διὰ τούτων· «μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ

 ἡμῖν τοῖς «0ἐπὶ γῆς20» ὁμοίως ἐκείνοις κατὰ πάντα γενέσθαι «τὸ 20θέλημα20» τοῦ θεοῦ· ὅπερ συμβήσεται, μηδὲν ἡμῶν παρὰ «0τὸ θέλημα20» πραττόντων αὐτοῦ.

 θεότητι καὶ ἑνούμενος αὐτῷ. 26.5 μὴ λύοντος δέ πω τοῦ δευτέρου τὰ ἠπορημένα περὶ τοῦ πῶς «0τὸ θέλημα20» τοῦ θεοῦ ἐστιν «0ἐν οὐρανῷ20,» τῶν «ἐν τοῖς ἐπ

 πλειόνων ταῦτα παραθησόμεθα. φησὶν ἐν τῷ κατὰ Ἰωάννην πρὸς ἐληλυθότας εἰς Καφαρναοὺμ ζητεῖν αὐτόν· «ἀμὴν ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ <με> οὐχ ὅτι εἴδετε σ

 οὐδὲ ἔτι νῦν δύνασθε· ἔτι γάρ ἐστε σάρκινοι» καὶ ἐν τῇ πρὸς Ἑβραίους· «καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς. πᾶς γὰρ ὁ μετέχων γάλα

 ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔγκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον. ποιότητας δὲ διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν

 ἐπιδείξει τῶν ἀγγέλων καὶ ἑτοιμοτέρων γινομένων πρὸς τὸ παντὶ τρόπῳ συν εργῆσαι καὶ πρὸς τὸ ἑξῆς συμπνεῦσαι τῇ πλειόνων καὶ μειζόνων καταλήψει τοῦ ἐπὶ

 ψαλμοῖς οὕτως· «χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν» (ἥτις ποτέ ἐστιν ἡ διαβόητος χιλιονταετηρὶς, <ἣ> ὁμοιοῦται τῇ «ἐχθὲς» ἡμέ

 «0σήμερον20» ἀλλὰ καί πως τοῦ «0καθ' ἡμέραν20» ὁ «0σήμερον20» εὐχόμενος, ἀπὸ τοῦ δυνατοῦ δωρήσασθαι «ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν» λαβεῖν ο

 καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων, ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ 20ὀφειλέτης20 ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶ

 οὐράνιος ποιήσει, ἐὰν μὴ 20ἀφῆτε20 ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.» λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν 20ἀφετέον20, κ

 ἐνενόησαν πρὸς θεόν»· περὶ γὰρ δισταζομένων εἰ ἡμάρ τηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν. 29.1 «0Καὶ μὴ εἰσενέγκῃς ἡ

 οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω 20πειρασμῶν20 ἀνθρώ πους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστι

 πάντα καιρὸν 20πειρασμοῦ20 εἶναι τοῖς ἀνθρώποις καὶ ταῦτα· οὐδὲ ὁ τὸν νόμον τοῦ θεοῦ μελετῶν «ἡμέρας καὶ νυκτὸς» καὶ ἀ σκῶν κατορθῶσαι τὸ εἰρημένον· «

 τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς· ἡμῖν δὲ ἤδη διὰ τὰ ἐπαπορηθέντα περὶ τοῦ «0μὴ

 τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐρ

 ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν 20πειρασμῶν20 ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι 20πειρασμοὶ20 ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵ

 περιβαλεῖν (εἴληφε γὰρ), ἀλλὰ <τῷ> «ἐν πᾶσι τοῖς συμβεβηκόσι» μηδὲν ἁμαρτεῖν αὐτὸν ἐνώπιον «τοῦ κυρίου» ἀλλὰ ἀναφανῆναι δίκαιον· τοῦ εἰπόντος· «μὴ δωρ

 εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χα μόθεν τ

 οἷόν τε ἐστὶν, ἐὰν μὴ «ἐκ συμφώνου πρὸς καιρὸν» τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον. 31.5 ἔχει δέ τι ἐπίχαρι εἰς ὠφ

 ταῦτα δέ μοι ἀναγκαίως εἰρῆσθαι φαίνεται, τόπον εὐχῆς ἐξετάζοντι καὶ τὸ ἐξαίρετον ὡς ἐν τόπῳ παριστάντι ἐπὶ τῆς τῶν ἁγίων καὶ εὐλα βέστερον ἐπὶ τὸ αὐτ

 ἕνεκα τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε.» 33.4 τῶν δὲ ἐξομολογήσεων παράδειγμα· «ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,» καὶ ἐν ἄλλοις· «προσώζεσαν καὶ ἐ

δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένην ὑπό του, ἔντευξιν δὲ τὴν ὑπὸ παῤῥησίαν τινὰ πλεί ονα ἔχοντος περί τινων ἀξίωσιν πρὸς θεὸν, εὐχαριστίαν δὲ τὴν ἐπὶ τῷ τετευχέναι ἀγαθῶν ἀπὸ θεοῦ μετ' εὐχῶν ἀνθομολόγησιν, ἀντ ειλημμένου τοῦ ἀνθομολογουμένου τοῦ μεγέθους ἢ τῷ εὐεργετη θέντι μεγέθους φαινομένου τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας. 14.3 παραδείγματα δὲ τοῦ μὲν πρώτου ὁ Γαβριὴλ πρὸς τὸν Ζα χαρίαν, περὶ τῆς γενέσεως Ἰωάννου ὡς εἰκὸς εὐξάμενον, λόγος οὕ τως ἔχων· «μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην,» καὶ τὰ ἐν τῇ Ἐξόδῳ ἐπὶ τῇ μοσχοποιΐᾳ ἀναγεγραμμένα τὸν τρόπον τοῦτον· «καὶ ἐδεήθη Μωϋσῆς κατέναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν· ἵνα τί θυμοῖ ὀργῇ, κύριε, εἰς τὸν λαόν σου, οὓς ἐξή γαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ;» καὶ ἐν ∆ευτερονομίῳ· «καὶ ἐδεήθην ἔναντι κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσα ράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας (ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον) περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε,» καὶ ἐν τῇ Ἐσθήρ· «Μαρδοχαῖος ἐδεήθη τοῦ θεοῦ, μνημονεύων πάντα τὰ ἔργα τοῦ κυρίου, καὶ εἶπε· κύριε κύριε βασιλεῦ παντοκράτορ,» καὶ αὐτὴ ἡ Ἐσθὴρ «ἐδεῖτο κυρίου τοῦ θεοῦ Ἰσραὴλ καὶ εἶπε· κύριε, ὁ βασιλεὺς ἡμῶν.» 14.4 τοῦ δὲ δευτέρου ἐν τῷ ∆ανιήλ· «καὶ συστὰς Ἀζαρίας προσ ηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐν μέσῳ πυρὸς εἶπε,» καὶ ἐν τῷ Τωβήτ· «καὶ προσηυξάμην μετ' ὀδύνης λέγων· δίκαιος εἶ, κύριε, καὶ πάντα τὰ ἔργα σου, πᾶσαι αἱ ὁδοί σου ἐλεημοσύνη καὶ ἀλήθεια, καὶ κρίσιν ἀληθινὴν καὶ δικαίαν σὺ κρίνεις εἰς τὸν αἰῶνα.» ἐπεὶ δὲ τὸ μὲν ἐν τῷ ∆ανιὴλ ῥητὸν ὠβέλισαν, ὡς μὴ κείμενον ἐν τῷ Ἑβραϊκῷ, τῇ δὲ τοῦ Τωβὴτ βίβλῳ ἀντιλέγουσιν οἱ ἐκ περιτομῆς, ὡς μὴ ἐνδιαθήκῳ, παραθήσομαι ἐκ τῆς πρώτης τῶν Βασιλειῶν τὸ τῆς Ἄννης· «καὶ προσηύξατο πρὸς κύριον καὶ κλαυθμῷ ἔκλαυσε. καὶ ηὔξατο εὐχὴν καὶ εἶπε· κύριε τῶν δυνάμεων, ἐὰν ἐφοράσει ἐπί δῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου» καὶ τὰ ἑξῆς, καὶ ἐν τῷ Ἀββακούμ· «προσευχὴ Ἀββακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς. κύριε, εἰσακήκοα τὴν φωνήν σου καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ.» σφόδρα δὲ αὕτη ἐμφαίνει τὸ κατὰ τὸν ὅρον τῆς προσευχῆς, ὅτι μετὰ δοξολογίας τῷ προσευχομένῳ ἀναπέμπεται. ἀλλὰ καὶ ἐν τῷ Ἰωνᾷ «προσηύξατο Ἰωνᾶς πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους καὶ εἶπεν· ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέ μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου· ἀπέῤῥιψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με.» 14.5 τοῦ δὲ τρίτου παρὰ τῷ ἀποστόλῳ, εὐλόγως τὴν μὲν προσ ευχὴν ἐφ' ἡμῶν τάττοντι τὴν δὲ ἔντευξιν ἐπὶ τοῦ πνεύματος, ὡς κρείττονος ὄντος καὶ «παῤῥησίαν» ἔχοντος «πρὸς τὸν,» ᾧ ἐντυγχάνει· «τὸ γὰρ τί προσευξώμεθα,» φησὶ, «καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ. ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων»· ὑπερεντυγχάνει γὰρ καὶ «ἐντυγχάνει» τὸ πνεῦμα, ἡμεῖς δὲ προσευχόμεθα. ἔντευξις δέ μοι εἶναι δοκεῖ καὶ τὸ ὑπὸ Ἰησοῦ εἰρημένον περὶ τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαώθ· «τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριβεν αὐτοὺς ἐν Γαβαὼθ, καὶ συνετρίβησαν ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ εἶπεν ὁ Ἰησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼθ, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ»· καὶ ἐν τοῖς Κριταῖς ὁ Σαμψὼν ἡγοῦμαι ὅτι ἐντυγχάνων εἶπε· «συναποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων,» ὅτε «ἔκλινεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ.» εἰ καὶ μὴ κεῖται δὲ ὅτι ἐντετυχήκασιν ἀλλ' ὅτι εἰρήκασιν ὁ Ἰησοῦς καὶ ὁ Σαμψὼν, ὁ λόγος αὐτῶν ἔοικεν εἶναι ἔν τευξις· ἥτις ἑτέρα παρὰ τὴν προσευχὴν, εἰ κυρίως ἀκούοιμεν τῶν ὀνομάτων, εἶναι ἡμῖν νομίζεται.