τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ. οὕτως 5 καὶ Ἀαρών," φησιν, "οὐχ ἑαυτὸν ἐδόξασεν γενέσθαι ἀρχιερέα." ἑξακοσίων γὰρ οὐσῶν χιλιάδων ἀνδρῶν καὶ πολλῶν ἐν αὐτοῖς ζῆλον ἐχόντων, εἷς ἀνηγορεύθη ὁ Ἀαρών, οὗ τὸ παράδοξον τῆς ῥάβδου, βλαστησάσης κάρυα, ἐδυσώπησε τοὺς πολλοὺς θεόληπ τον εἶναι τὸν ἱερέα. τινὲς δὲ τῶν καλῶν ἀνεπιστήμονες, πάθει τρωθέντες κενῆς εὐδοξίας, τῶν κοινῶν ἢ τῶν μεριστῶν ὑποτοπή σαντες εἶναι ταύτην, αὐτοχειροτόνητοι ἐπισκιρτῶσι τῷ πράγματι, ἄξιον τὸ τέλος τῆς μανίας εὑρόμενοι, αὐτὴν τὴν γῆν τῆς συναγωγῆς τῆς προπετείας τῆς ἑαυτῶν καταστήσαντες μάρτυρα. ∆αθὰν γὰρ καὶ Ἀβειρών, πορνικῷ ὀφθαλμῷ τοῦ ἀξιώματος ἐρασθέντες, ὑποβρύχιοι σὺν τοῖς πειθομένοις ἀπώλοντο, αὐτοσχέδιον τάφον τὴν ἑαυτῶν ἐκκλησίαν εὑρόμενοι. μετὰ τούτους Ὀζά, οὐ μεμνη μένος τῶν προλαβόντων, ὑπὸ τοῦ πάθους συρόμενος, ἤρα τοῦ πράγματος· καὶ δὴ τῆς κιβωτοῦ μιᾷ τῶν ἡμερῶν ἐφ' ἁμάξης ἐν ὁδῷ ἀγομένης, ἔτυχεν τὸν ἕλκοντα μόσχον ὑποτινάξαντα διασεῖ σαι τὴν κιβωτόν. παρακολουθῶν οὖν Ὀζὰ ἐπελάβετο τῇ χειρί, οὐ συγχωρήσας ἀνατραπῆναι τὸ σκεῦος. ὡς δὲ εἶδεν ὁ Θεός, καὶ οὐκ ἤρεσεν αὐτόν, ὅτι ἐκ τούτου γίνεται συνήθεια τοῖς προπετέ σιν, εἴργει, τὸν Ὀζὰ πατάξας ἕως θανάτου, παιδεύων τοὺς μετὰ ταῦτα παύσασθαι τῆς τοιαύτης μανίας. ὀψὲ δέ ποτε μετὰ μακροὺς τοὺς χρόνους, μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, Σίμων ὁ μάγος ὁ ἀπὸ Γίτθων τῆς κώμης, σοφιστὴς τῶν ἐναντίων τῆς ἀληθείας δογμάτων, πανοῦργος ὑπάρχων ἐν πονηρίαις, σοφίζεται τὸ πάθος, φοβούμενος δῆθεν τῶν παλαιῶν τὴν ἐπιτιμίαν, ἵνα μὴ τὰ ὅμοια σπείρας, θερίσῃ τὰ ἴσα. προσέρχεται τοίνυν κολακείᾳ τοῖς ἀπο στόλοις, τῷ κωδίῳ τὸν λύκον ἐγκρύψας, μετὰ χρημάτων χρυσίου, ὡς οὐ δοκῶν ἁρπάζειν ἃ κακῶς ἀγοράζειν ἐσπούδαζεν, ἐκεῖνα λέγων ἃ πρέπει ἐκεῖνον καὶ ὅσοι τοῦτον μιμοῦνται. "Λάβετέ," φησι, "τὰ χρήματα ταῦτα καὶ δότε μοι τὴν ἐξουσίαν τῆς ὑμετέρας ἀξίας, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον." ἦν δὲ βεβαπτισμένος εἰς τὸ ὄνομα Ἰησοῦ. ᾧ προσαποκρίνεται ὁ χορὸς τῶν ἀποστόλων· "Ἄπαγε, ἄνθρωπε· χάρις Θεοῦ πιπρά σκεσθαι οὐκ ἀνέχεται." ὡς δ' ἐπέμενε κρούων τὴν θύραν τοῖς λόγοις, ἔφησαν ἐκ δευτέρου· "Τί ἀγοράζεις ὃ δωρεὰν εὑρίσκεις, 6 βιώσας ἀξίως;" ὡς δὲ ἐνενόει τοῦ βίου τοὺς πόνους καὶ τὸν ὄκνον τῆς ἑαυτοῦ διανοίας καὶ τὸ τοῦ πράγματος ἄδηλον, πάλιν ἐγύμνου τὸ χρύσιον τοῦ βαλαντίου, δελεάζειν οἰόμενος ἐν ἀπάτῃ τοὺς μαθητὰς τοῦ Σωτῆρος. ἀγανακτήσας πρὸς τούτοις "ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν," ἐφθέγξατο διὰ τοῦ Πέτρου λέγων· "Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι"· ᾧ περιέ θηκεν τῆς μετανοίας τὸ φάρμακον, ἀλείφων αὐτὸν ἐν μακροθυμίᾳ, "Μετανόησον," λέγων, "εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου. εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα"· οὐ γὰρ βούλεται τῶν πλημμελούντων τὴν ἀπώλειαν φιλόψυχος ὤν. ἀποδεδειγμένων οὖν κατὰ δύναμιν τῶν προειρη μένων, Θεόδωρε μεγαλώνυμε, καὶ μυστηρίων τῆς ἀληθείας διάκονε, πύθου παρ' ἡμῶν περὶ ὧν προείλου μαθεῖν. {Ο ∆ΙΑΚ.} Πόθεν σε νῦν παραγενόμενον ἔχομεν τέως; {Ο ΕΠΙΣΚ.} Ἀπὸ τῆς ἀνατολῆς δηλονότι· ἐν πρώτοις γὰρ νῦν τὴν Ῥώμην τεθέαμαι. {Ο ∆ΙΑΚ.} Τί σε μάλιστα ἤγαγεν; {Ο ΕΠΙΣΚ.} Ὁ τῆς ὑμετέρας εἰρήνης πόθος. {Ο ∆ΙΑΚ.} Ἄλλη γάρ τίς ἐστι παρὰ τὴν ὑμετέραν; {Ο ΕΠΙΣΚ.} Οὐκ ἔστι μὲν ἄλλη, ἀλλὰ καὶ πάνυ γε μία, ἣν ἐκ τῶν οὐρανῶν δέδωκεν ὁ Σωτὴρ εἰρηκὼς τοῖς ἀποστόλοις· "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν." ὑπὲρ δὲ βεβαίας χάριτος ἐδευτέρωσεν· "Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν," -τὸ μὲν οὖν, "δίδωμι," τάξας ἐφ' ἑαυτοῦ, τὸ δέ, "ἀφίημι," ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου, ἵν' ἐν Πνεύματι διὰ Χριστοῦ τὴν τοῦ Πατρὸς ἀποκαλύψωσι γνῶσιν τοῖς ἔθνεσιν. ἀλλ' ὥσπερ ἐπὶ τῶν παραλυθέντων μελῶν αἱ τῆς ψυχῆς ἐνέργειαι ἐπὶ τὰ ὑγιεινότερα τῶν μελῶν ἀνακάμπτουσι μέρη, τοῦτο δὴ πέπονθε καὶ ἡ ἀθλία ἑῴα. παραλυθέντων γὰρ αὐτῆς τῶν μελῶν καὶ τὰς οἰκείας ἐνεργείας ἀποτελεῖν μὴ δυνα μένων διὰ τὴν τῆς